# Jewish Antiquities 135-7-141

Flavius Josephus, Jewish Antiquities, 135 to 141. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/135-7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/135-7
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:135-7-141

σὺ δʼ εὐτυχοίης περὶ τὸ πρᾶγμα. καὶ ἡ μὲν ἐπιστολὴ τάδε ἐδήλου. ἐζήτει δὲ ὁ βασιλεὺς καὶ τὴν ἑτέραν ἐπιστολήν, οὐ μὴν φανερά γε ἦν, καὶ τοῦ Ἀντιφίλου δοῦλος ὃς τὴν ἀναγνωσθεῖσαν ἔφερεν ἠρνεῖτο ἑτέραν παραλαβεῖν. ἀπορίας οὖν ἐχούσης τὸν βασιλέα τῶν φίλων τις τῶν τοῦ Ἡρώδου θεώμενος ὑπερραμμένον τοῦ δούλου τὸν ἐντὸς χιτῶνα, ἐνεδεδύκει γὰρ δύο, εἴκασεν ἐντὸς τῆς ἐπιπτυχῆς κρύπτεσθαι τὰ γράμματα· καὶ ἦν δὲ οὕτως. λαμβάνουσιν οὖν τὴν ἐπιστολὴν ἐγγεγραμμένα τε ἦν ἐν αὐτῇ τάδε· Ἀκμὴ Ἀντιπάτρῳ. ἔγραψα τῷ πατρί σου οἵαν ἤθελες ἐπιστολὴν καὶ ἀντίγραφον ποιήσασα τῇ πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἔγραψα, ἣν ἀναγνοὺς οἶδʼ ὅτι τιμωρήσεται Σαλώμην ὡς ἐπίβουλον. ἦν δὲ ἡ παρὰ τῆς Σαλώμης δοκοῦσα εἶναι πρὸς τὴν δέσποιναν αὐτῆς ὑπʼ Ἀντιπάτρου ἐπʼ ὀνόματι τῷ Σαλώμης ὅσα γοῦν ἡ διάνοια θέλοι ὑπηγορευμένη, λέξει δὲ συνέκειτο αὐτῆς. τὰ δὲ γεγραμμένα ἦν τοιάδε· Ἀκμὴ βασιλεῖ Ἡρώδῃ. ἐγὼ ἔργον ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων, εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς τὴν ἐμὴν κυρίαν κατὰ σοῦ γεγραμμένην ἐπικινδύνως ἐμαυτῇ σοὶ δὲ ὠφελίμως ἐξεγραψάμην καὶ ἀπέστειλά σοι. ταύτην δὲ ἐκείνη ἔγραψεν γήμασθαι θέλουσα Συλλαίῳ. κατάσχισον οὖν τὴν ἐπιστολήν, ἵνα μὴ κἀγὼ τῷ ζῆν κινδυνεύσω. πρὸς δὲ αὐτὸν ἐγέγραπτο Ἀντίπατρον διασαφούσης, ὅτι διακονουμένη κελεύσματι τῷ ἐκείνου αὐτή τε γράψειε πρὸς Ἡρώδην, ὡς Σαλώμης ἐπιβούλως αὐτῷ πράσσειν ἐπειγομένης τὰ πάντα, καὶ ἀντίγραφον τῆς ὡς πρὸς δέσποιναν τὴν αὐτῆς πεμφθείσης ἐπιστολῆς ὑπὸ Σαλώμης ἀποπέμψειεν αὐτῷ. ἦν δὲ ἡ Ἀκμὴ Ἰουδαία μὲν τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικὶ καὶ ἔπρασσε ταῦτα φιλίᾳ τῇ Ἀντιπάτρου ὠνηθεῖσα ὑπʼ αὐτοῦ μεγάλῃ δόσει χρημάτων συγκακουργεῖν κατά τε τοῦ πατρὸς καὶ κατὰ τῆς τηθίδος.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
