# Jewish Antiquities 138-2-143

Flavius Josephus, Jewish Antiquities, 138 to 143. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/138-2

μέμψαιτο δʼ ἂν οὐδείς, εἰ γῆς εἰς ἣν ἀφῖχθε τοὺς ἰδίους αὐτῆς θεοὺς προστρέποισθε καὶ ταῦτα τῶν μὲν ἡμετέρων κοινῶν ὄντων πρὸς ἅπαντας, τοῦ δʼ ὑμετέρου πρὸς μηδένα τοιούτου τυγχάνοντος. δεῖν οὖν αὐτοῖς ἔλεγον ἢ ταὐτὰ πᾶσιν ἡγητέον ἢ ζητεῖν ἄλλην οἰκουμένην, ἐν ᾗ βιώσονται μόνοι κατὰ τοὺς ἰδίους νόμους. Οἱ δʼ ὑπὸ τοῦ πρὸς αὐτὰς ἔρωτος κάλλιστα λέγεσθαι ταῦτα ὑπολαβόντες καὶ παραδόντες αὑτοὺς εἰς ἃ προεκαλοῦντο παρέβησαν τὰ πάτρια, θεούς τε πλείονας εἶναι νομίσαντες καὶ θύειν αὐτοῖς κατὰ νόμον τὸν ἐπιχώριον τοῖς καθιδρυσαμένοις προθέμενοι ξενικοῖς τε βρώμασιν ἔχαιρον καὶ πάντʼ εἰς ἡδονὴν τῶν γυναικῶν ἐπὶ τοὐναντίον οἷς ὁ νόμος αὐτῶν ἐκέλευε ποιοῦντες διετέλουν, ὡς διὰ παντὸς ἤδη τοῦ στρατοῦ τὴν παρανομίαν χωρεῖν τῶν νέων καὶ στάσιν αὐτοῖς πολὺ χείρω τῆς προτέρας ἐμπεσεῖν καὶ κίνδυνον παντελοῦς τῶν ἰδίων ἐθισμῶν ἀπωλείας. ἅπαξ γὰρ τὸ νέον γευσάμενον ξενικῶν ἐθισμῶν ἀπλήστως ἐνεφορεῖτο, καὶ εἴ τινες τῶν πρώτων ἀνδρῶν διὰ πατέρων ἀρετὰς ἐπιφανεῖς ἦσαν συνδιεφθείροντο, καὶ Ζαμβρίας ὁ τῆς Σεμεωνίδος ἡγούμενος φυλῆς Χοσβίᾳ συνὼν Μαδιανίτιδι Οὔρου θυγατρὶ τῶν ἐκείνῃ δυναστεύοντος ἀνδρὸς κελευσθεὶς ὑπὸ τῆς γυναικὸς πρὸ τῶν Μωυσεῖ δοχθέντων τὸ πρὸς ἡδονὴν αὐτῇ γενησόμενον ἐθεράπευεν. ἐν τούτοις δʼ ὄντων τῶν πραγμάτων δείσας Μωυσῆς, μὴ γένηταί τι χεῖρον, συναγαγὼν εἰς ἐκκλησίαν τὸν λαὸν οὐδενὸς μὲν κατηγόρει πρὸς ὄνομα μὴ βουλόμενος εἰς ἀπόνοιαν περιστῆσαι τοὺς ἐκ τοῦ λανθάνειν μετανοῆσαι δυναμένους, ἔλεγε δʼ ὡς οὐκ ἄξια δρῷεν οὔτʼ αὐτῶν οὔτε πατέρων τὴν ἡδονὴν προτιμήσαντες τοῦ θεοῦ καὶ τοῦ κατὰ τοῦτον βίου. προσήκειν δʼ ἕως ἔτι καὶ καλῶς αὐτοῖς ἂν ἔχοι μεταβαλέσθαι, τὴν ἀνδρείαν ὑπολαμβάνουσιν οὐκ ἐν τῷ βιάζεσθαι τοὺς νόμους ἀλλʼ ἐν τῷ μὴ εἴκειν ταῖς ἐπιθυμίαις εἶναι.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
