# Jewish Antiquities 149-5-155

Flavius Josephus, Jewish Antiquities, 149 to 155. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/149-5

συναγαγόντες δὲ τὸν παῖδα εἰς τὸ μέσον ἐπέθεσαν αὐτῷ τὸν στέφανον τὸν βασιλικὸν καὶ τῷ ἐλαίῳ χρίσας Ἰώδας ἀπέδειξε βασιλέα· τὸ δὲ πλῆθος χαῖρον καὶ κροταλίζον ἐβόα σώζεσθαι τὸν βασιλέα. Τοῦ δὲ θορύβου καὶ τῶν ἐπαίνων Ὀθλία παρʼ ἐλπίδας ἀκούσασα τεταραγμένη σφόδρα τῇ διανοίᾳ μετὰ τῆς ἰδίας ἐξεπήδησε στρατιᾶς ἐκ τοῦ βασιλείου. καὶ παραγενομένην εἰς τὸ ἱερὸν αὐτὴν οἱ μὲν ἱερεῖς εἰσδέχονται, τοὺς δʼ ἑπομένους ὁπλίτας εἶρξαν εἰσελθεῖν οἱ περιεστῶτες ἐν κύκλῳ ὑπὸ τοῦ ἀρχιερέως τοῦτο προστεταγμένοι. ἰδοῦσα δὲ Ὀθλία τὸν παῖδα ἐπὶ τῆς σκηνῆς ἑστῶτα καὶ τὸν βασίλειον ἐπικείμενον στέφανον περιρρηξαμένη καὶ δεινὸν ἀνακραγοῦσα φονεύειν ἐκέλευε τὸν ἐπιβουλεύσαντα αὐτῇ καὶ τὴν ἀρχὴν ἀφελέσθαι σπουδάσαντα. Ἰώδας δὲ καλέσας τοὺς ἑκατοντάρχας ἐκέλευσεν αὐτοὺς ἀπαγαγόντας τὴν Ὀθλίαν εἰς τὴν φάραγγα τὴν Κεδρῶνος ἀνελεῖν αὐτὴν ἐκεῖ· μὴ γὰρ βούλεσθαι μιᾶναι τὸ ἱερὸν αὐτόθι τὴν ἀλιτήριον τιμωρησάμενον. προσέταξε δὲ κἂν βοηθῶν τις προσέλθῃ κἀκεῖνον ἀνελεῖν. ἐλλαβόμενοι τοίνυν τῆς Ὀθλίας οἱ προστεταγμένοι τὴν ἀναίρεσιν αὐτῆς ἐπὶ τὴν πύλην τῶν ἡμιόνων τοῦ βασιλέως ἤγαγον κἀκεῖ διεχρήσαντο. Ὡς δὲ τὰ περὶ τὴν Ὀθλίαν τοῦτον ἐστρατηγήθη τὸν τρόπον συγκαλέσας τόν τε δῆμον καὶ τοὺς ὁπλίτας ὁ Ἰώδας εἰς τὸ ἱερὸν ἐξώρκωσεν εὐνοεῖν τῷ βασιλεῖ καὶ προνοεῖν αὐτοῦ τῆς σωτηρίας καὶ τῆς ἐπὶ πλεῖον ἀρχῆς· ἔπειτʼ αὐτὸν τὸν βασιλέα τιμήσειν τὸν θεὸν καὶ μὴ παραβῆναι τοὺς Μωσήους νόμους δοῦναι πίστιν ἠνάγκασε. καὶ μετὰ ταῦτʼ εἰσδραμόντες τὸν τοῦ Βαὰλ οἶκον, ὃν Ὀθλία τε καὶ ὁ ἀνὴρ αὐτῆς Ἰώραμος κατεσκεύασεν ἐφʼ ὕβρει μὲν τοῦ πατρίου θεοῦ τιμῇ δὲ Ἀχάβου κατέσκαψαν καὶ τὸν ἔχοντα τὴν ἱερωσύνην αὐτοῦ Μάθαν ἀπέκτειναν. τὴν δʼ ἐπιμέλειαν καὶ φυλακὴν τοῦ ἱεροῦ τοῖς ἱερεῦσι καὶ Ληουίταις ἐπέτρεψεν Ἰώδας κατὰ τὴν Δαυίδου τοῦ βασιλέως διάταξιν κελεύσας αὐτοὺς δὶς τῆς ἡμέρας ἐπιφέρειν τὰς νενομισμένας τῶν ὁλοκαυτώσεων θυσίας καὶ θυμιᾶν ἀκολούθως τῷ νόμῳ. ἀπέδειξε δέ τινας τῶν Ληουιτῶν καὶ πυλωροὺς ἐπὶ φυλακῇ τοῦ τεμένους, ὡς μηδένα μεμιασμένον παριέναι λανθάνοντα.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
