# Jewish Antiquities 151-7-159

Flavius Josephus, Jewish Antiquities, 151 to 159. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/151-7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/151-7
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:151-7-159

ὅταν δὲ εἰς τὰς τιμωρίας καὶ ἀδικίας, ἃς εἰς τοὺς ἀρχομένους καὶ τοὺς οἰκειοτάτους ἐπεδείξατο βλέψῃ καὶ καταμάθῃ τὸ σκληρὸν καὶ τὸ δυσπαράκλητον τοῦ τρόπου, νικηθήσεται θηριώδη δοκεῖν καὶ πάσης μετριότητος ἀλλότριον. ἔνθεν καὶ διάφορόν τινα καὶ μαχομένην ἐπʼ αὐτῷ νομίζουσιν γενέσθαι τὴν προαίρεσιν. ἐγὼ δʼ οὐχ οὕτως ἔχων μίαν αἰτίαν ἀμφοτέρων τούτων ὑπολαμβάνω· φιλότιμος γὰρ ὢν καὶ τούτου τοῦ πάθους ἡττημένος ἰσχυρῶς, προήγετο μὲν εἰς μεγαλοψυχίαν, εἴ που μνήμης εἰς αὖθις ἢ κατὰ τὸ παρὸν εὐφημίας ἐλπὶς ἐμπέσοι. ταῖς δὲ δαπάναις ὑπὲρ δύναμιν χρώμενος ἠναγκάζετο χαλεπὸς εἶναι τοῖς ὑποτεταγμένοις· τὰ γὰρ εἰς οὓς ἐδαπάνα πολλὰ γενόμενα κακῶν ποριστὴν ἐξ ὧν ἐλάμβανεν ἐποίει. καὶ συνειδὼς ἐφʼ οἷς ἠδίκει τοὺς ὑποτεταγμένους μισούμενον ἑαυτὸν τὸ μὲν ἐπανορθοῦσθαι τὰς ἁμαρτίας οὐ ῥᾴδιον ἐνόμιζεν· οὐδὲ γὰρ εἰς τὰς προσόδους λυσιτελὲς ἦν. ἀντεφιλονείκει δὲ τὴν δύσνοιαν αὐτὴν εὐπορίας ἀφορμὴν ποιούμενος. περί γε μὴν τοὺς οἰκείους, εἴ τις ἢ λόγῳ μὴ θεραπεύοι τὸ δοῦλον ἐξομολογούμενος ἢ δόξειεν εἰς τὴν ἀρχήν τι παρακινεῖν, οὐχ ἱκανὸς ἑαυτοῦ κρατεῖν ἐγίνετο καὶ διεξῆλθεν ὁμοῦ συγγενεῖς καὶ φίλους ἴσα πολεμίοις τιμωρούμενος ἐκ τοῦ μόνος ἐθέλειν τετιμῆσθαι τὰς τοιαύτας ἁμαρτίας ἀναλαμβάνων. μαρτύριον δέ μοι τούτου τοῦ πάθους, ὅτι μέγιστον περὶ αὐτὸν ἦν, καὶ τὰ γινόμενα κατὰ τὰς Καίσαρος καὶ Ἀγρίππα καὶ τῶν ἄλλων φίλων τιμάς· οἷς γὰρ ἐθεράπευεν τοὺς κρείττονας, τούτοις καὶ αὐτὸς ἠξίου θεραπεύεσθαι καὶ τὸ κάλλιστον ὧν ᾤετο παρέχων ἐν τῷ διδόναι τὴν τοῦ τυχεῖν τῶν ὁμοίων ἐπιθυμίαν ἐδήλου. τό γε μὴν Ἰουδαίων ἔθνος ἠλλοτρίωται νόμῳ πρὸς πάντα τὰ τοιαῦτα καὶ συνείθισται τὸ δίκαιον ἀντὶ τοῦ πρὸς δόξαν ἠγαπηκέναι. διόπερ οὐκ ἦν αὐτῷ κεχαρισμένον, ὅτι μὴ δυνατὸν εἰκόσιν ἢ ναοῖς ἢ τοιούτοις ἐπιτηδεύμασιν κολακεύειν τοῦ βασιλέως τὸ φιλότιμον. αἰτία μὲν αὕτη μοι δοκεῖ τῆς Ἡρώδου περὶ μὲν τοὺς οἰκείους καὶ συμβούλους ἁμαρτίας, περὶ δὲ τοὺς ἔξω καὶ μὴ προσήκοντας εὐεργεσίας.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
