# Jewish Antiquities 160-4-165

Flavius Josephus, Jewish Antiquities, 160 to 165. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/160-4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/160-4
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:160-4-165

Τοὺς δὲ κατὰ τὴν Ἀσίαν Ἰουδαίους καὶ ὅσους ἡ πρὸς Κυρήνῃ Λιβύη κατέσχεν ἐκάκουν αἱ πόλεις, τῶν μὲν πρότερον βασιλέων ἰσονομίαν αὐτοῖς παρεσχημένων, ἐν δὲ τῷ τότε διʼ ἐπηρείας ἐχόντων τῶν Ἑλλήνων αὐτούς, ὡς καὶ χρημάτων ἱερῶν ἀφαίρεσιν ποιεῖσθαι καὶ καταβλάπτειν ἐν τοῖς ἐπὶ μέρους. πάσχοντες δὲ κακῶς καὶ πέρας οὐδὲν εὑρίσκοντες τῆς τῶν Ἑλλήνων ἀπανθρωπίας ἐπρεσβεύσαντο παρὰ Καίσαρα καὶ περὶ τούτων. ὁ δʼ αὐτοῖς τὴν αὐτὴν ἰσοτέλειαν ἔδωκεν γράψας τοῖς κατὰ τὰς ἐπαρχίας, ὧν ὑπετάξαμεν τὰ ἀντίγραφα μαρτύρια τῆς διαθέσεως, ἣν ἔσχον ὑπὲρ ἡμῶν ἄνωθεν οἱ κρατοῦντες. Καῖσαρ Σεβαστὸς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας λέγει. ἐπειδὴ τὸ ἔθνος τὸ τῶν Ἰουδαίων εὐχάριστον εὑρέθη οὐ μόνον ἐν τῷ ἐνεστῶτι καιρῷ ἀλλὰ καὶ ἐν τῷ προγεγενημένῳ καὶ μάλιστα ἐπὶ τοῦ ἐμοῦ πατρὸς αὐτοκράτορος Καίσαρος πρὸς τὸν δῆμον τὸν Ῥωμαίων ὅ τε ἀρχιερεὺς αὐτῶν Ὑρκανός, ἔδοξέ μοι καὶ τῷ ἐμῷ συμβουλίῳ μετὰ ὁρκωμοσίας γνώμῃ δήμου Ῥωμαίων τοὺς Ἰουδαίους χρῆσθαι τοῖς ἰδίοις θεσμοῖς κατὰ τὸν πάτριον αὐτῶν νόμον, καθὼς ἐχρῶντο ἐπὶ Ὑρκανοῦ ἀρχιερέως θεοῦ ὑψίστου, τά τε ἱερὰ εἶναι ἐν ἀσυλίᾳ καὶ ἀναπέμπεσθαι εἰς Ἱεροσόλυμα καὶ ἀποδίδοσθαι τοῖς ἀποδοχεῦσιν Ἱεροσολύμων, ἐγγύας τε μὴ ὁμολογεῖν αὐτοὺς ἐν σάββασιν ἢ τῇ πρὸ αὐτῆς παρασκευῇ ἀπὸ ὥρας ἐνάτης. ἐὰν δέ τις φωραθῇ κλέπτων τὰς ἱερὰς βίβλους αὐτῶν ἢ τὰ ἱερὰ χρήματα ἔκ τε σαββατείου ἔκ τε ἀνδρῶνος, εἶναι αὐτὸν ἱερόσυλον καὶ τὸν βίον αὐτοῦ ἐνεχθῆναι εἰς τὸ δημόσιον τῶν Ῥωμαίων. τό τε ψήφισμα τὸ δοθέν μοι ὑπʼ αὐτῶν ὑπὲρ τῆς ἐμῆς εὐσεβείας ἧς ἔχω πρὸς πάντας ἀνθρώπους καὶ ὑπὲρ Γαΐου Μαρκίου Κηνσωρίνου καὶ τοῦτο τὸ διάταγμα κελεύω ἀνατεθῆναι ἐν ἐπισημοτάτῳ τόπῳ τῷ γενηθέντι μοι ὑπὸ τοῦ κοινοῦ τῆς Ἀσίας ἐν Ἀγκύρῃ. ἐὰν δέ τις παραβῇ τι τῶν προειρημένων, δώσει δίκην οὐ μετρίαν. ἐστηλογραφήθη ἐν τῷ Καίσαρος ναῷ.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
