# Jewish Antiquities 162-2-168

Flavius Josephus, Jewish Antiquities, 162 to 168. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/162-2

τραπέντων δὲ τῶν πολεμίων οἱ Ἑβραῖοι διήρπασαν αὐτῶν τὴν χώραν καὶ πολλὴν λείαν λαβόντες καὶ τοὺς οἰκήτορας γυναιξὶν ἅμα διαφθείραντες μόνας τὰς παρθένους κατέλιπον, τοῦτο Μωυσέος Φινέει κελεύσαντος. ὃς ἧκεν ἄγων τὸν στρατὸν ἀπαθῆ καὶ λείαν ἄφθονον, βόας μὲν γὰρ δισχιλίους καὶ πεντακισμυρίους, ὄις δὲ πεντακισχιλίας πρὸς μυριάσιν ἑπτὰ καὶ ἑξήκοντα, ὄνους δὲ ἑξακισμυρίας, χρυσοῦ δὲ καὶ ἀργύρου ἄπειρόν τι πλῆθος κατασκευῆς, ᾗ κατʼ οἶκον ἐχρῶντο· ὑπὸ γὰρ εὐδαιμονίας καὶ ἁβροδίαιτοι σφόδρα ἐτύγχανον. ἤχθησαν δὲ καὶ αἱ παρθένοι περὶ δισχιλίας καὶ τρισμυρίας. Μωυσῆς δὲ μερίσας τὴν λείαν τῆς μὲν ἑτέρας τὸ πεντηκοστὸν Ἐλεαζάρῳ δίδωσι καὶ τοῖς ἱερεῦσι, Λευίταις δὲ τῆς ἑτέρας τὸ πεντηκοστὸν μέρος, τὴν δὲ λοιπὴν νέμει τῷ λαῷ. καὶ διῆγον τὸ λοιπὸν εὐδαιμόνως, ἀφθονίας μὲν ἀγαθῶν αὐτοῖς ὑπʼ ἀρετῆς γεγενημένης, ὑπὸ μηδενὸς δὲ σκυθρωποῦ ταύτης ἀπολαύειν ἐμποδιζόμενοι. Μωυσῆς δὲ γηραιὸς ἤδη τυγχάνων διάδοχον ἑαυτοῦ Ἰησοῦν καθίστησιν ἐπί τε ταῖς προφητείαις καὶ στρατηγὸν εἴ που δεήσειε γενησόμενον, κελεύσαντος καὶ τοῦ θεοῦ τούτῳ τὴν προστασίαν ἐπιτρέψαι τῶν πραγμάτων. ὁ δὲ Ἰησοῦς πᾶσαν ἐπεπαίδευτο τὴν περὶ τοὺς νόμους παιδείαν καὶ τὸ θεῖον Μωυσέος ἐκδιδάξαντος. Κἀν τούτῳ δύο φυλαὶ Γαδίς τε καὶ Ῥουβήλου καὶ τῆς Μανασσίτιδος ἡμίσεια πλήθει τετραπόδων εὐδαιμονοῦντες καὶ τοῖς ἄλλοις ἅπασι, κοινολογησάμενοι παρεκάλουν τὸν Μωυσῆν ἐξαίρετον αὐτοῖς τὴν Ἀμορῖτιν παρασχεῖν δορίκτητον οὖσαν· ἀγαθὴν γὰρ εἶναι βοσκήματα τρέφειν. ὁ δʼ ὑπολαβὼν αὐτοὺς δείσαντας τὴν πρὸς Χαναναίους μάχην πρόφασιν εὐπρεπῆ τὴν τῶν βοσκημάτων ἐπιμέλειαν εὑρῆσθαι κακίστους τε ἀπεκάλει καὶ δειλίας εὐσχήμονα πρόφασιν ἐπινοήσαντας αὐτοὺς μὲν βούλεσθαι τρυφᾶν ἀπόνως διάγοντας πάντων τεταλαιπωρηκότων ὑπὲρ τοῦ κτήσασθαι τὴν αἰτουμένην ὑπʼ αὐτῶν γῆν, μὴ θέλειν δὲ συναραμένους τῶν ἐπιλοίπων ἀγώνων γῆν ἣν διαβᾶσιν αὐτοῖς τὸν Ἰορδάνην ὁ θεὸς παραδώσειν ὑπέσχηται ταύτην λαβεῖν καταστρεψαμένους οὓς ἐκεῖνος ἀπέδειξεν ἡμῖν πολεμίους.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
