# Jewish Antiquities 165-5-168

Flavius Josephus, Jewish Antiquities, 165 to 168. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/165-5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/165-5
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:165-5-168

ταῦθʼ Ὑρκανὸς ἀκούων οὐκ ἐφρόντιζεν, ἐν δέει δὲ ἦσαν οἱ πρῶτοι τῶν Ἰουδαίων ὁρῶντες τὸν Ἡρώδην βίαιον καὶ τολμηρὸν καὶ τυραννίδος γλιχόμενον· καὶ προσελθόντες Ὑρκανῷ φανερῶς ἤδη κατηγόρουν Ἀντιπάτρου, καί μέχρι πότε, ἔφασαν, ἐπὶ τοῖς πραττομένοις ἡσυχάσεις; ἦ οὐχ ὁρᾷς Ἀντίπατρον μὲν καὶ τοὺς παῖδας αὐτοῦ τὴν ἀρχὴν διεζωσμένους, σαυτὸν μέντοι τῆς βασιλείας ὄνομα μόνον ἀκούοντα; ἀλλὰ μὴ λανθανέτω σε ταῦτα μηδὲ ἀκίνδυνος εἶναι νόμιζε ῥαθυμῶν περί τε σαυτῷ καὶ τῇ βασιλείᾳ· οὐ γὰρ ἐπίτροποί σοι τῶν πραγμάτων Ἀντίπατρος καὶ οἱ παῖδες αὐτοῦ νῦν εἰσιν, μηδὲ ἀπάτα σαυτὸν τοῦτο οἰόμενος, ἀλλὰ δεσπόται φανερῶς ἀνωμολόγηνται· καὶ γὰρ Ἡρώδης ὁ παῖς αὐτοῦ Ἐζεκίαν ἀπέκτεινεν καὶ πολλοὺς σὺν αὐτῷ παραβὰς τὸν ἡμέτερον νόμον, ὃς κεκώλυκεν ἄνθρωπον ἀναιρεῖν καὶ πονηρὸν ὄντα, εἰ μὴ πρότερον κατακριθείη τοῦτο παθεῖν ὑπὸ τοῦ συνεδρίου. μὴ λαβὼν δὲ ἐξουσίαν παρὰ σοῦ ταῦτα ἐτόλμησεν. Ὑρκανὸς δὲ ἀκούσας ταῦτα πείθεται· προσεξῆψαν δὲ αὐτοῦ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων· αὗται γὰρ καθʼ ἑκάστην ἡμέραν ἐν τῷ ἱερῷ παρακαλοῦσαι τὸν βασιλέα καὶ τὸν δῆμον, ἵνα δίκην Ἡρώδης ἐν τῷ συνεδρίῳ τῶν πεπραγμένων ὑπόσχῃ, διετέλουν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
