# Jewish Antiquities 168-5

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/168-5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/168-5
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:168-5

ταῦτα πειθούσης ὁ μὲν Ὑρκανὸς διωθεῖτο τοὺς λόγους, φιλόνεικον δέ τι καὶ γυναικεῖον αὐτῆς πεπονθυίας καὶ μήτε νύκτα μήθʼ ἡμέραν ἀπολειπομένης, ἀλλʼ ἀεὶ περὶ τούτων καὶ τῆς Ἡρώδου πρὸς αὐτοὺς ἐπιβουλῆς διαλεγομένης, ἀνεπείσθη τέλος ἐπιστολὴν δοῦναι Δοσιθέῳ τινὶ τῶν περὶ αὐτὸν φίλων, ἐν ᾗ συντέτακτο πέμπειν αὐτῷ τὸν Ἄραβα τοὺς ἀναληψομένους καὶ παραπέμψοντας ἱππέας ἐπὶ τὴν Ἀσφαλτῖτιν λίμνην· αὕτη δʼ ἀπέχει τῶν Ἱεροσολυμιτῶν ὅρων σταδίους τριακοσίους.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
