# Jewish Antiquities 168-170

Flavius Josephus, Jewish Antiquities, 168 to 170. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/168

ὁ δὲ Ἰεσσαῖος πέμπει τὸν υἱὸν καὶ ξένια δοὺς κομίσαι τῷ Σαούλῳ. ἐλθόντι δὲ ἥσθη καὶ ποιήσας ὁπλοφόρον διὰ πάσης ἦγε τιμῆς· ἐξῄδετο γὰρ ὑπʼ αὐτοῦ καὶ πρὸς τὴν ἀπὸ τῶν δαιμονίων ταραχήν, ὁπότε αὐτῷ ταῦτα προσέλθοι, μόνος ἰατρὸς ἦν λέγων τε τοὺς ὕμνους καὶ ψάλλων ἐν τῇ κινύρᾳ καὶ ποιῶν ἑαυτοῦ γίνεσθαι τὸν Σαοῦλον. πέμπει τοίνυν πρὸς τὸν πατέρα τοῦ παιδὸς Ἰεσσαῖον ἐᾶσαι παρʼ αὐτῷ τὸν Δαβίδην κελεύων· ἥδεσθαι γὰρ αὐτῷ βλεπομένῳ καὶ παρόντι· τὸν δʼ οὐκ ἀντειπεῖν τῷ Σαούλῳ, συγχωρῆσαι δὲ κατέχειν. Χρόνοις δʼ ὕστερον οὐ πολλοῖς οἱ Παλαιστῖνοι πάλιν συνελθόντες καὶ δύναμιν ἀθροίσαντες μεγάλην ἐπίασι τοῖς Ἰσραηλίταις καὶ μεταξὺ Σωκοῦς καὶ Ἀζηκοῦς καταλαμβανόμενοι στρατοπεδεύονται. ἀντεπεξάγει δʼ αὐτοῖς τὴν στρατιὰν καὶ Σαοῦλος καὶ ἐπί τινος ὄρους στρατοπεδευσάμενος ἀναγκάζει τοὺς Παλαιστίνους τὸ μὲν πρῶτον στρατόπεδον καταλιπεῖν, ὁμοίως δʼ ἐπί τινος ὄρους ἀντικρὺ τοῦ καταληφθέντος ὑπὸ τοῦ Σαούλου στρατοπεδεύσασθαι.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
