# Jewish Antiquities 169-6-176

Flavius Josephus, Jewish Antiquities, 169 to 176. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/169-6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/169-6
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:169-6-176

ἐπίστευεν δὲ τῷ Δοσιθέῳ θεραπεύοντος αὐτοῦ καὶ αὐτὸν καὶ τὴν Ἀλεξάνδραν καὶ τῆς πρὸς Ἡρώδην δυσνοίας οὐ μικρὰς αἰτίας ἔχοντος· Ἰωσήπου τε γάρ, ὃν ἐκεῖνος ἀνῃρήκει, συγγενὴς ἦν καὶ τῶν ἐν Τύρῳ φονευθέντων ὑπʼ Ἀντωνίου πρότερον ἀδελφός. οὐ μὴν ἐπήγαγεν ταῦτα τὸν Δοσίθεον Ὑρκανῷ πιστὸν εἰς τὴν ὑπηρεσίαν γενέσθαι, προτιμήσας δὲ τῶν ἐκείνου τὰς ἐκ τοῦ βασιλεύοντος ἐλπίδας ἐπιδίδωσιν Ἡρώδῃ τὴν ἐπιστολήν. ὁ δὲ τῆς εὐνοίας ἀποδεξάμενος ἔτι καὶ τοῦτο προσυπουργῆσαι παρεκελεύετο, πτύξαντα τὴν ἐπιστολὴν καὶ κατασημηνάμενον ἀποδοῦναι τῷ Μάλχῳ καὶ τὰ παρʼ ἐκείνου γράμματα λαβεῖν· οὐ γὰρ μικρὸν τὸ διάφορον καὶ τὴν ἐκείνου γνώμην αὐτὸν εἰδέναι. ταῦτα δὲ τοῦ Δοσιθέου προθύμως ὑπουργήσαντος ὁ μὲν Ἄραψ ἀντεπέστελλεν αὐτόν τε Ὑρκανὸν δέχεσθαι καὶ τοὺς σὺν αὐτῷ πάντας καὶ Ἰουδαίων ὅσοι τὰ ἐκείνου φρονοῦσιν, δύναμίν τε πέμψειν τὴν μετʼ ἀσφαλείας αὐτοὺς κομιοῦσαν καὶ πρὸς μηδὲν ἐνδεήσειν ὧν ἠξίου. ὡς δὲ καὶ ταύτην Ἡρώδης ἐδέξατο τὴν ἐπιστολήν, εὐθύς τε μεταπέμπεται τὸν Ὑρκανὸν καὶ περὶ τῶν γενομένων αὐτῷ συνθηκῶν πρὸς τὸν Μάλχον ἀνέκρινεν. ἀρνησαμένου δὲ τὰς ἐπιστολὰς δείξας τῷ συνεδρίῳ διεχειρίσατο τὸν ἄνδρα. Ταῦτα δὲ γράφομεν ἡμεῖς, ὡς ἐν τοῖς ὑπομνήμασιν τοῖς τοῦ βασιλέως Ἡρώδου περιείχετο. τοῖς δʼ ἄλλοις οὐ κατὰ ταῦτα συμφωνεῖ· τὸν γὰρ Ἡρώδην οὐκ ἐπὶ τοιούτοις δοκοῦσιν, ἀλλʼ ἐξ ἐπιβουλῆς μᾶλλον Ὑρκανῷ τὴν αἰτίαν ἐπάγοντα κατὰ τὸν αὐτοῦ τρόπον ἀποκτεῖναι· γράφουσι γὰρ οὕτως, ἐν συμποσίῳ τινὶ μηδὲν ὑποψίας ἐνδιδόντα λόγον Ὑρκανῷ προσφέρειν, εἴ τινας ἐπιστολὰς παρὰ τοῦ Μάλχου λάβοι, καὶ τὸν μὲν ὁμολογῆσαι προσαγορευτικὰ γράμματα κομίσασθαι, τὸν δʼ, εἰ καί τινα δωρεὰν εἰληφὼς εἴη, πάλιν ἐπερέσθαι· τοῦ δὲ μηδὲν πλέον ἢ κτηνῶν ἀναβατικῶν τέτταρα πέμψαντος αὐτῷ λαβεῖν, εἰς αἰτίαν τὸ τοιοῦτον ἐπαναφέροντα δωροδοκίας καὶ προδοσίας ἀπάγχειν προστάξαι τὸν ἄνδρα.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
