# Jewish Antiquities 170-4-174

Flavius Josephus, Jewish Antiquities, 170 to 174. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/170-4

ταῦθʼ ὁρῶσα καθʼ ἡμέραν ὑπερεθαύμαζε, καὶ κατασχεῖν οὐ δυνηθεῖσα τὴν ἔκπληξιν τῶν βλεπομένων φανερὰν ἐποίησεν αὑτὴν θαυμαστικῶς διακειμένην· πρὸς γὰρ τὸν βασιλέα προήχθη λόγους εἰπεῖν, ὑφʼ ὧν ἠλέγχθη σφόδρα τὴν διάνοιαν ἐπὶ τοῖς προειρημένοις ἡττημένη· πάντα μὲν γάρ, εἶπεν, ὦ βασιλεῦ, τὰ διʼ ἀκοῆς εἰς γνῶσιν ἐρχόμενα μετʼ ἀπιστίας παραγίνεται, τῶν δὲ σῶν ἀγαθῶν, ὧν αὐτός τε ἔχεις ἐν αὑτῷ, λέγω δὲ τὴν σοφίαν καὶ τὴν φρόνησιν, καὶ ὧν ἡ βασιλεία σοι δίδωσιν, οὐ ψευδὴς ἄρα ἡ φήμη πρὸς ἡμᾶς διῆλθεν, ἀλλʼ οὖσα ἀληθὴς πολὺ καταδεεστέραν τὴν εὐδαιμονίαν ἀπέφηνεν ἧς ὁρῶ νῦν παροῦσα τὰς μὲν γὰρ ἀκοὰς πείθειν ἐπεχείρει μόνον, τὸ δὲ ἀξίωμα τῶν πραγμάτων οὐχ οὕτως ἐποίει γνώριμον, ὡς ἡ ὄψις αὐτὸ καὶ τὸ παρʼ αὐτοῖς εἶναι συνίστησιν. ἐγὼ γοῦν οὐδὲ τοῖς ἀπαγγελλομένοις διὰ πλῆθος καὶ μέγεθος ὧν ἐπυνθανόμην πιστεύουσα πολλῷ πλείω τούτων ἱστόρηκα. καὶ μακάριόν τε τὸν Ἑβραίων λαὸν εἶναι κρίνω δούλους τε τοὺς σοὺς καὶ φίλους, οἳ καθʼ ἡμέραν τῆς σῆς ἀπολαύουσιν ὄψεως καὶ τῆς σῆς σοφίας ἀκροώμενοι διατελοῦσιν. εὐλογήσειεν ἄν τις τὸν θεὸν ἀγαπήσαντα τήνδε τὴν χώραν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας οὕτως, ὥστε σὲ ποιῆσαι βασιλέα. Παραστήσασα δὲ καὶ διὰ τῶν λόγων, πῶς αὐτὴν διέθηκεν ὁ βασιλεύς, ἔτι καὶ ταῖς δωρεαῖς τὴν διάνοιαν αὐτῆς ἐποίησε φανεράν· εἴκοσι μὲν γὰρ αὐτῷ τάλαντα ἔδωκε χρυσίου ἀρωμάτων τε πλῆθος ἀσυλλόγιστον καὶ λίθον πολυτελῆ· λέγουσι δʼ ὅτι καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν, ἣν ἔτι νῦν ἡμῶν ἡ χώρα φέρει, δούσης ταύτης τῆς γυναικὸς ἔχομεν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
