# Jewish Antiquities 170-177

Flavius Josephus, Jewish Antiquities, 170 to 177. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/170

Ὡς δὲ κατέσχεν ἐπὶ τὸ Ὅρκιον φρέαρ θύσας αὐτόθι τῷ θεῷ καὶ φοβούμενος διὰ τὴν εὐδαιμονίαν τὴν ἐν Αἰγύπτῳ τῶν παίδων ἐμφιλοχωρησάντων τῇ οἰκήσει τῇ ἐν αὐτῇ, μὴ οὐκέτʼ εἰς τὴν Χαναναίαν οἱ ἔγγονοι μετελθόντες κατάσχωσιν αὐτήν, ὡς ὁ θεὸς ἦν ὑπεισχημένος, ἅμα τε μὴ δίχα θεοῦ βουλήσεως γενομένης τῆς εἰς Αἴγυπτον ἀφόδου διαφθαρῇ τὸ γένος αὐτοῦ, πρὸς δὲ τούτοις δεδιώς, μὴ προεξέλθῃ τοῦ βίου πρὶν εἰς ὄψιν Ἰωσήπου παραγενέσθαι, καταφέρεται στρέφων ἐν ἑαυτῷ τοῦτον τὸν λογισμὸν εἰς ὕπνον. Ἐπιστὰς δὲ ὁ θεὸς αὐτῷ καὶ δὶς ὀνομαστὶ καλέσας πυνθανομένῳ τίς ἐστιν, ἀλλʼ οὐ δίκαιον, εἶπεν, Ἰακώβῳ θεὸν ἀγνοεῖσθαι τὸν ἀεὶ παραστάτην καὶ βοηθὸν προγόνοις τε τοῖς σοῖς καὶ μετʼ αὐτοὺς σοὶ γενόμενον. στερουμένῳ τε γάρ σοι τῆς ἀρχῆς ὑπὸ τοῦ πατρὸς ταύτην ἐγὼ παρέσχον, καὶ κατʼ ἐμὴν εὔνοιαν εἰς τὴν Μεσοποταμίαν μόνος σταλεὶς γάμων τε ἀγαθῶν ἔτυχες καὶ παίδων ἐπαγόμενος πλῆθος καὶ χρημάτων ἐνόστησας. παρέμεινέ τέ σοι γενεὰ πᾶσα προνοίᾳ τῇ ἐμῇ, καὶ ὃν ἀπολωλέναι τῶν υἱῶν ἐδόκεις Ἰώσηπον εἰς ἀπόλαυσιν μειζόνων ἀγαθῶν ἤγαγον καὶ τῆς Αἰγύπτου κύριον, ὡς ὀλίγῳ διαφέρειν τοῦ βασιλέως, ἐποίησα. ἥκω τε νῦν ὁδοῦ τε ταύτης ἡγεμὼν ἐσόμενος καὶ βίου σου τελευτὴν ἐν ταῖς Ἰωσήπου χερσὶ γενησομένην προδηλῶν καὶ μακρὸν αἰῶνα τῶν σῶν ἐγγόνων ἐν ἡγεμονίᾳ καὶ δόξῃ καταγγέλλων καταστήσων τε αὐτοὺς εἰς τὴν γῆν ἣν ὑπέσχημαι. Τούτῳ θαρρήσας τῷ ὀνείρατι προθυμότερον εἰς τὴν Αἴγυπτον σὺν τοῖς υἱοῖς καὶ παισὶν τοῖς τούτων ἀπηλλάττετο. ἦσαν δʼ οἱ πάντες ἑβδομήκοντα. τὰ μὲν οὖν ὀνόματα δηλῶσαι τούτων οὐκ ἐδοκίμαζον καὶ μάλιστα διὰ τὴν δυσκολίαν αὐτῶν· ἵνα μέντοι παραστήσω τοῖς οὐχ ὑπολαμβάνουσιν ἡμᾶς ἐκ τῆς Μεσοποταμίας ἀλλʼ Αἰγυπτίους εἶναι, ἀναγκαῖον ἡγησάμην μνησθῆναι τῶν ὀνομάτων. Ἰακώβου μὲν οὖν παῖδες ἦσαν δώδεκα· τούτων Ἰώσηπος ἤδη προαφῖκτο· τοὺς οὖν μετʼ αὐτὸν καὶ τοὺς ἐκ τούτων γεγονότας δηλώσομεν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
