# Jewish Antiquities 177-5-182

Flavius Josephus, Jewish Antiquities, 177 to 182. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/177-5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/177-5
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:177-5-182

τεκμήρια δὲ τοῦ μηδὲν ἁμαρτόντα τοιούτῳ τέλει περιπεσεῖν καταλογίζονται τὴν ἐπιείκειαν τοῦ τρόπου καὶ τὸ μήτʼ ἐν νεότητι θράσους ἢ προπετείας ἐπίδειξιν πεποιῆσθαι μήθʼ ὅτε τὴν βασιλείαν αὐτὸς εἶχεν, ἀλλὰ κἀν ταύτῃ τὰ πλεῖστα τῶν κατὰ τὴν διοίκησιν Ἀντιπάτρῳ παρακεχωρηκέναι. τότε δʼ ἐντῶ πλείω μὲν ἢ ὀγδοήκοντα γεγονὼς ἐτύγχανεν ἔτη, κρατοῦντα δὲ μετὰ πάσης ἀσφαλείας τὸν Ἡρώδην ἠπίστατο, διαβεβήκει δὲ καὶ τὸν Εὐφράτην τοὺς ἐν τῷ πέραν τιμῶντας αὐτὸν καταλιπὼν ὡς ὅλος ἐπʼ ἐκείνῳ γενησόμενος· ἐγχειρεῖν οὖν τι καὶ καινοτέρων ἅπτεσθαι πάντων ἀπιθανώτατον καὶ οὐ πρὸς τῆς ἐκείνου φύσεως, ἀλλὰ ταῦτα σκῆψιν Ἡρώδου γενέσθαι. Τοῦτο μὲν τὸ τέλος Ὑρκανῷ συνέπεσεν τοῦ βίου ποικίλαις καὶ πολυτρόποις χρησαμένῳ ταῖς ἐν τῷ ζῆν τύχαις· εὐθὺς μὲν ἐν ἀρχῇ βασιλευούσης αὐτῷ τῆς μητρὸς Ἀλεξάνδρας ἀρχιερεὺς καταστὰς τοῦ Ἰουδαίων ἔθνους ἔτεσιν ἐννέα τὴν τιμὴν κατέσχεν. παραλαβὼν δὲ τὴν βασιλείαν ἀποθανούσης τῆς μητρὸς αὐτῷ καὶ ταύτην κατασχὼν τρεῖς μῆνας ἐκπίπτει μὲν ὑπʼ Ἀριστοβούλου τοῦ ἀδελφοῦ, κατάγεται δʼ αὖθις ὑπὸ Πομπηίου καὶ πάσας τὰς τιμὰς ἀπολαβὼν ἔτη τεσσαράκοντα διετέλεσεν ἐν αὐτοῖς. ἀφαιρεθεὶς δὲ τὸ δεύτερον ὑπʼ Ἀντιγόνου καὶ λωβηθεὶς τὸ σῶμα παρὰ Πάρθοις αἰχμάλωτος ἐγένετο. κἀκεῖθεν εἰς τὴν οἰκείαν ἐπανῄει χρόνῳ διὰ τὰς ἐξ Ἡρώδου προτεινομένας ἐλπίδας, ὧν οὐδὲν αὐτῷ κατὰ προσδοκίαν ἀπήντα πολυπαθείᾳ βίου χρησαμένῳ, τὸ δυσχερέστατον δέ, ὡς προειρήκαμεν, ἐν γήρᾳ τέλους οὐκ ἀξίου τυχεῖν· δοκεῖ γὰρ ἐπιεικὴς καὶ μέτριος ἐν πᾶσιν γενέσθαι καὶ τὰ πλεῖστα τῆς ἀρχῆς ὑπὸ διοικηταῖς ἄγειν, οὐ πολυπράγμων οὐδὲ δεινὸς ὢν βασιλείας ἐπιστατεῖν, Ἀντιπάτρῳ τε καὶ Ἡρώδῃ μέχρι τοῦδε προελθεῖν ἐγένετο διὰ τὴν ἐπιείκειαν τὴν ἐκείνου, καὶ τὸ πέρας οὔτε δίκαιον οὔτʼ εὐσεβὲς ἐξ αὐτῶν εὕρατο τοιούτου τέλους.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
