# Jewish Antiquities 184-2

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ β τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/184-2

Μαθὼν δὲ Ἰώσηπος παραγινόμενον τὸν πατέρα, καὶ γὰρ προλαβὼν Ἰούδας ὁ ἀδελφὸς ἐδήλωσεν αὐτῷ τὴν ἄφιξιν, ἀπαντησόμενος ἔξεισι καὶ καθʼ Ἡρώων πόλιν αὐτῷ συνέβαλεν. ὁ δʼ ὑπὸ τῆς χαρᾶς ἀπροσδοκήτου τε καὶ μεγάλης γενομένης μικροῦ δεῖν ἐξέλιπεν, ἀλλὰ ἀνεζωπύρησεν αὐτὸν Ἰώσηπος οὐδʼ αὐτὸς μὲν κρατῆσαι δυνηθεὶς ὡς μὴ ταὐτὸ παθεῖν ὑφʼ ἡδονῆς, οὐ μέντοι τὸν αὐτὸν τρόπον τῷ πατρὶ γενόμενος ἥττων τοῦ πάθους.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
