# Jewish Antiquities 188-3-194

Flavius Josephus, Jewish Antiquities, 188 to 194. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/188-3

ὁ δὲ Παλαιστῖνος ὑπὸ βάρους τῶν ὅπλων εἰς ὠκύτητα καὶ δρόμον ἐμποδιζόμενος βάδην ἐπὶ τὸν Δαβίδην παραγίνεται καταφρονῶν καὶ πεποιθὼς γυμνὸν ὁμοῦ καὶ παῖδα ἔτι τὴν ἡλικίαν ἀπόνως ἀναιρήσειν. Ἀπαντᾷ δὲ ὁ νεανίσκος μετὰ συμμάχου μὴ βλεπομένου τῷ πολεμίῳ· θεὸς δʼ ἦν οὗτος. καὶ ἀνελόμενος ἐκ τῆς πήρας ὧν εἰς αὐτὴν κατέθηκεν ἐκ τοῦ χειμάρρου λίθων ἕνα καὶ ἁρμόσας τῇ σφενδόνῃ βάλλει ἐπὶ τὸν Γολίαθον εἰς τὸ μέτωπον· καὶ διῆλθεν ἕως τοῦ ἐγκεφάλου τὸ βληθέν, ὡς εὐθὺς καρωθέντα πεσεῖν τὸν Γολίαθον ἐπὶ τὴν ὄψιν. δραμὼν δʼ ἐφίσταται τῷ πολεμίῳ κειμένῳ καὶ τῇ ῥομφαίᾳ τῇ ἐκείνου μάχαιραν οὐκ ἔχων αὐτὸς ἀποτέμνει τὴν κεφαλὴν αὐτοῦ. πεσὼν δʼ ὁ Γολίαθος ἧττα καὶ φυγὴ γίνεται Παλαιστίνοις· τὸν γὰρ δοκιμώτατον ἰδόντες ἐρριμμένον καὶ περὶ τῶν ὅλων δείσαντες οὐκέτι μένειν διέγνωσαν, ἀλλʼ αἰσχρᾷ καὶ ἀκόσμῳ φυγῇ παραδόντες ἑαυτοὺς ἐξαρπάζειν τῶν κινδύνων ἐπειρῶντο. Σαοῦλος δὲ καὶ πᾶς ὁ τῶν Ἑβραίων στρατὸς ἀλαλάξαντες ἐκπηδῶσιν εἰς αὐτοὺς καὶ πολλοὺς ἀποσφάττοντες διώκουσιν ἄχρι τῶν Γίττης ὁρίων καὶ τῶν πυλῶν τῶν Ἀσκάλωνος. καὶ θνήσκουσι μὲν τῶν Παλαιστίνων εἰς τρισμυρίους, δὶς δὲ τοσοῦτοι τραυματίαι γίνονται. Σαοῦλος δὲ ὑποστρέψας εἰς τὸ στρατόπεδον αὐτῶν διαρπάζει τὸ χαράκωμα καὶ ἐνέπρησε· τὴν κεφαλὴν δὲ Γολιάθου Δαβίδης εἰς τὴν ἰδίαν σκηνὴν ἐκόμισε καὶ τὴν ῥομφαίαν ἀνέθηκε τῷ θεῷ. Φθόνον δὲ καὶ μῖσος τοῦ Σαούλου πρὸς αὐτὸν αἱ γυναῖκες ἐρεθίζουσιν· ὑπαντῶσαι γὰρ τῇ στρατιᾷ νικηφόρῳ μετὰ κυμβάλων καὶ τυμπάνων καὶ παντοίας χαρᾶς ᾖδον αἱ μὲν γυναῖκες, πολλὰς Σαοῦλος ἀπώλεσε Παλαιστίνων χιλιάδας, αἱ παρθένοι δὲ, ὡς μυριάδας Δαυίδης ἀφανίσειε. τούτων δὲ ἀκούων ὁ βασιλεύς, ὡς τὸ μὲν ἔλαττον τῆς μαρτυρίας αὐτὸς λάβοι, τὸ δὲ τῶν μυριάδων πλῆθος ἀνατεθείη τῷ νεανίσκῳ, καὶ λογισάμενος μηδὲν οὕτω μετὰ λαμπρὰν εὐφημίαν ἢ τὴν βασιλείαν ὑστερεῖν αὐτῷ φοβεῖσθαι καὶ ὑποπτεύειν ἤρξατο τὸν Δαυίδην.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
