# Jewish Antiquities 188-195

Flavius Josephus, Jewish Antiquities, 188 to 195. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/188

Ὡς δὲ τὸ προειρημένον πέρας εἶχε, τῶν ἀναθημάτων μήπω καθιερωμένων ἐπιστὰς ὁ θεὸς Μωυσεῖ τὴν ἱερωσύνην Ἀαρῶνι τἀδελφῷ προσέταξε δοῦναι ὡς ἁπάντων διʼ ἀρετὴν τῆς τιμῆς δικαιοτέρῳ τυχεῖν. καὶ συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τήν τε ἀρετὴν αὐτοῦ καὶ τὴν εὔνοιαν διεξῄει καὶ τοὺς κινδύνους οὓς ὑπομείνειεν ὑπὲρ αὐτῶν. μαρτυρούντων δʼ ἐφʼ ἅπασιν αὐτῷ καὶ τὸ περὶ αὐτὸν πρόθυμον ἐνδεικνυμένων, ἄνδρες, εἶπεν, Ἰσραηλῖται, τὸ μὲν ἔργον ἤδη τέλος ἔχει οἷον αὐτῷ τε τῷ θεῷ ἥδιστον ἦν καὶ δυνατὸν ἡμῖν, ἐπεὶ δὲ δεῖ τοῦτον τῇ σκηνῇ καταδέχεσθαι, δεῖ πρῶτον ἡμῖν τοῦ ἱερατευσομένου καὶ ὑπηρετήσοντος ταῖς θυσίαις καὶ ταῖς ὑπὲρ ἡμῶν εὐχαῖς. καὶ ἔγωγε ταύτης ἐμοὶ τῆς σκέψεως ἐπιτραπείσης ἐμαυτὸν ἂν τῆς τιμῆς ἄξιον ἔκρινα διά τε τὸ φύσει πάντας εἶναι φιλαύτους, καὶ ὅτι πολλὰ ἐμαυτῷ καμόντι περὶ σωτηρίας τῆς ὑμετέρας σύνοιδα· νῦν δʼ αὐτὸς ὁ θεὸς Ἀαρῶνα τῆς τιμῆς ἄξιον ἔκρινε καὶ τοῦτον ᾕρηται ἱερέα, τὸν δικαιότερον ἡμῶν μᾶλλον εἰδώς, ὡς οὗτος ἐνδύσεται στολὴν τῷ θεῷ καθωσιωμένην καὶ βωμῶν ἐπιμέλειαν ἕξει καὶ πρόνοιαν ἱερείων καὶ τὰς ὑπὲρ ἡμῶν εὐχὰς ποιήσεται πρὸς τὸν θεὸν ἡδέως ἀκουσόμενον, ὅτι τε κήδεται γένους τοῦ ἡμετέρου καὶ παρʼ ἀνδρὸς ὃν αὐτὸς ἐπελέξατο γινομένας προσδέχεται ταύτας. Ἑβραῖοι δὲ ἠρέσκοντο τοῖς λεγομένοις καὶ συνῄνουν τῇ τοῦ θεοῦ χειροτονίᾳ· ἦν γὰρ Ἀαρὼν διά τε τὸ γένος καὶ τὴν προφητείαν καὶ τὴν ἀρετὴν τἀδελφοῦ πρὸς τιμὴν ἁπάντων ἀξιολογώτερος. ἦσαν δʼ αὐτῷ καὶ παῖδες κατʼ ἐκεῖνον τὸν χρόνον τέσσαρες Νάβαδος Ἀβιοῦς Ἐλεάζαρος Ἰθάμαρος. Ὅσα δὲ τῶν πρὸς τὴν τῆς σκηνῆς κατασκευὴν παρεσκευασμένων ἦν περιττὰ ταῦτʼ ἐκέλευσεν εἰς φάρση σκεπαστήρια τῆς τε σκηνῆς αὐτῆς καὶ τῆς λυχνίας καὶ τοῦ θυμιατηρίου καὶ τῶν ἄλλων σκευῶν ἀναλῶσαι, ὅπως κατὰ τὴν ὁδοιπορίαν ταῦτα μήτʼ ἐξ ὑετοῦ μηδὲν μήτʼ ἐκ κονιορτοῦ βλάπτηται. τό τε πλῆθος ἀθροίσας πάλιν εἰσφορὰν αὐτῷ προσέταξεν εἰσφέρειν σίκλου τὸ ἥμισυ καθʼ ἕκαστον, ὁ δὲ σίκλος νόμισμα Ἑβραίων ὢν Ἀττικὰς δέχεται δραχμὰς τέσσαρας·

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
