# Jewish Antiquities 190-2-195

Flavius Josephus, Jewish Antiquities, 190 to 195. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/190-2

διέτριψε μέντοι γε ἐν Ἱεροσολύμοις ἔτη δύο τριῶν μὲν ἀρρένων πατὴρ γενόμενος μιᾶς δὲ θυγατρὸς τὴν μορφὴν ἀρίστης, ἣν ὁ Σολόμωνος υἱὸς Ῥοβόαμος ὕστερον λαμβάνει, καὶ γίνεται παιδίον ἐξ αὐτῆς Ἀβίας ὄνομα. πέμψας δʼ αὐτὸς Ἀψάλωμος πρὸς Ἰώαβον ἐδεῖτʼ αὐτοῦ τελέως καταπραῧναι τὸν πατέρα καὶ δεηθῆναι, ὅπως αὐτῷ συγχωρήσῃ πρὸς αὐτὸν ἐλθόντι θεάσασθαί τε καὶ προσειπεῖν. καταμελήσαντος δὲ Ἰωάβου τῶν ἰδίων τινὰς ἀποστείλας τὴν ὁμοροῦσαν αὐτῷ χώραν ἐπυρπόλησεν. ὁ δὲ τὸ πραχθὲν μαθὼν ἧκε πρὸς τὸν Ἀψάλωμον ἐγκαλῶν τε αὐτῷ καὶ τὴν αἰτίαν πυνθανόμενος. ὁ δέ στρατήγημα τοῦτʼ, εἶπεν, εὗρον ἀγαγεῖν σε πρὸς ἡμᾶς δυνάμενον ἀμελοῦντα τῶν ἐντολῶν, ἃς ἵνα μοι τὸν πατέρα διαλλάξῃς ἐποιούμην. καὶ δὴ δέομαί σου παρόντος ἡμερῶσαί μοι τὸν γεγεννηκότα· ὡς ἔγωγε δεινοτέραν τῆς φυγῆς κρίνω τὴν κάθοδον ἔτι τοῦ πατρὸς ἐν ὀργῇ μένοντος. πεισθεὶς δʼ ὁ Ἰώαβος καὶ τὴν ἀνάγκην αὐτοῦ κατοικτείρας ἐμεσίτευσε πρὸς τὸν βασιλέα καὶ διαλεχθεὶς περὶ τοῦ παιδὸς οὕτως αὐτὸν ἡδέως διατίθησιν, ὡς εὐθέως καλέσαι πρὸς αὑτόν. τοῦ δὲ ῥίψαντος αὑτὸν ἐπὶ τοὔδαφος καὶ συγγνώμην αἰτουμένου τῶν ἡμαρτημένων ἀνίστησί τε καὶ τῶν γεγονότων ἀμνηστίαν ἐπαγγέλλεται. Ὁ δὲ Ἀψάλωμος τοιούτων αὐτῷ τῶν παρὰ τοῦ πατρὸς ἀποβάντων πολλοὺς μὲν ἵππους ἐν ὀλίγῳ πάνυ χρόνῳ πολλὰ δʼ ἅρματα ἐκέκτητο, καὶ ὁπλοφόροι περὶ αὐτὸν ἦσαν πεντήκοντα· καθʼ ἑκάστην δʼ ἡμέραν ὄρθριος πρὸς τὰ βασίλεια παρεγίνετο καὶ τοῖς ἐπὶ τὰς κρίσεις ἥκουσι καὶ ἐλαττουμένοις πρὸς ἡδονὴν ὁμιλῶν, ὡς παρὰ τὸ μὴ συμβούλους ἀγαθοὺς εἶναι τῷ πατρὶ τάχʼ αὐτῷ καὶ ἀδίκως ἐπταικότων τῶν περὶ τὴν κρίσιν, εὔνοιαν αὑτῷ παρὰ πάντων κατεσκεύαζε λέγων, ὡς αὐτὸς ἂν εἰ ταύτην εἶχε τὴν ἐξουσίαν πολλὴν αὐτοῖς ἐβράβευσεν εὐνομίαν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
