# Jewish Antiquities 200-2-202

Flavius Josephus, Jewish Antiquities, 200 to 202. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/200-2

ὁ δὲ θεὸς ἅμα τούς τε κινδυνεύοντας ἐλεήσας καὶ τὸν Δανίηλον τῆς σοφίας ἀγασάμενος τό τε ὄναρ αὐτῷ γνώριμον ἐποίησε καὶ τὴν κρίσιν, ὡς ἂν καὶ τὸ σημαινόμενον ὁ βασιλεὺς παρʼ αὐτοῦ μάθοι. Δανίηλος δὲ γνοὺς παρὰ τοῦ θεοῦ ταῦτα περιχαρὴς ἀνίσταται καὶ τοῖς ἀδελφοῖς δηλώσας τοὺς μὲν ἀπεγνωκότας ἤδη τοῦ ζῆν καὶ πρὸς τῷ τεθνάναι τὴν διάνοιαν ἔχοντας εἰς εὐθυμίαν καὶ τὰς περὶ τοῦ βίου διήγειρεν ἐλπίδας, εὐχαριστήσας δὲ τῷ θεῷ μετʼ αὐτῶν ἔλεον λαβόντι τῆς ἡλικίας αὐτῶν γενομένης ἡμέρας παραγίνεται πρὸς Ἀριόχην καὶ ἄγειν αὐτὸν ἠξίου πρὸς τὸν βασιλέα· δηλῶσαι γὰρ αὐτῷ βούλεσθαι τὸ ἐνύπνιον, ὅ φησιν ἰδεῖν πρὸ τῆς παρελθούσης νυκτός.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
