# Jewish Antiquities 212-7-219

Flavius Josephus, Jewish Antiquities, 212 to 219. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/212-7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/212-7
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:212-7-219

ἔρρε κάκιστος εἰς εὐεργέτην καὶ ἀδελφὸν γενόμενος. καὶ σοὶ μὲν ἡ συνείδησις αὕτη συζήσειεν, ἐγὼ δὲ νικῴην ἀεὶ τοὺς ἐμοὺς μήτε ἀμυνόμενος κατʼ ἀξίαν καὶ μειζόνως εὐεργετῶν ἢ τυχεῖν εἰσι δίκαιοι. Τοιαῦτα μὲν οὖν ὁ βασιλεύς. Φερώρας δʼ ἐπʼ αὐτοφώρῳ τῇ μοχθηρίᾳ Σαλώμην ἔφη ταῦτα συμπείσειν καὶ παρʼ ἐκείνης εἶναι τοὺς λόγους. ἡ δὲ ὡς μόνον ἤκουσεν, ἐτύγχανεν δὲ παροῦσα, πιθανῶς ἀνεβόησεν, ὡς οὐδὲν εἴη παρʼ αὐτῆς τοιοῦτον, καὶ ὅτι διὰ σπουδῆς ἐστιν ἅπασιν εἰς μῖσος ἀγαγεῖν αὐτὴν τοῦ βασιλέως καὶ πάντα τρόπον ἐνέχειν διὰ τὴν εὔνοιαν, ἣν ἔχοι περὶ τὸν Ἡρώδην ἀεὶ προγινώσκουσα τοὺς κινδύνους. ἐν δὲ τῷ παρόντι καὶ μᾶλλον ἐπιβουλεύεσθαι· μόνη γὰρ ἀναπείθουσα τὸν ἀδελφὸν ἐκβάλλειν ἣν εἶχε γυναῖκα, λαμβάνειν δὲ θυγατέρα τὴν βασιλέως εἰκότως ὑπʼ ἐκείνου μεμισῆσθαι. τοιαῦτα λεγούσης καὶ πολλάκις μὲν ἐπιδραττομένης τῶν τριχῶν, πολλάκις δὲ τυπτούσης τὰ στέρνα, ἡ μὲν ὄψις εἶχέ τι πρὸς τὴν ἄρνησιν πιθανόν, ἡ δὲ κακοήθεια τοῦ τρόπου τὴν ἐν τοῖς γινομένοις ὑπόκρισιν ἀπεσήμαινεν. ὁ δὲ Φερώρας εἰς μέσον ἀπείληπτο μηδὲν εὔσχημον εἰς ἀπολογίαν ἔχων, εἰπεῖν μὲν ὡμολογηκώς, ἀκοῦσαι δʼ οὐ πιστευόμενος. ἐγένετο δʼ ἐπὶ πλεῖον ἥ τε σύγχυσις καὶ ἡ τῶν λόγων εἰς ἀλλήλους ἅμιλλα. τέλος δὲ ὁ βασιλεὺς τόν τε ἀδελφὸν καὶ τὴν ἀδελφὴν μεμισηκὼς ἀπεπέμπετο καὶ τὸν υἱὸν ἐπαινέσας τῆς ἐγκρατείας καὶ τοῦ πρὸς αὐτὸν ἀνενεγκεῖν τοὺς λόγους ὀψὲ τῆς ὥρας περὶ θεραπείαν τοῦ σώματος ἐγένετο. τοιαύτης δὲ τῆς μάχης ἐμπεσούσης κακῶς ἤκουσεν ἡ Σαλώμη· παρʼ αὐτῆς γὰρ ἐδόκει κεκινῆσθαι τὰ περὶ τὴν διαβολήν· αἵ τε τοῦ βασιλέως γυναῖκες ἤχθοντο φύσει δυσχερεστάτην εἰδυῖαι καὶ γινομένην ἄλλοτʼ ἄλλην κατὰ καιροὺς ἐχθρὰν καὶ φίλην. ἔλεγον οὖν ἀεί τι πρὸς τὸν Ἡρώδην κατʼ αὐτῆς καί τι συμπεσὸν ἐπὶ μεῖζον ἤγαγεν τὴν εἰς τοῦτο παρρησίαν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
