# Jewish Antiquities 217-3-223

Flavius Josephus, Jewish Antiquities, 217 to 223. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/217-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/217-3
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:217-3-223

τοῦ δὲ διὰ σωφροσύνην καὶ δικαιοσύνην παρʼ ἐμοὶ τὴν πρώτην μοῖραν δόξης καὶ τιμῆς ἔχοντος καὶ μετʼ ἐμὲ δευτέρου διὰ πίστιν καὶ βέβαιον εὔνοιαν Ἀμάνου κηδεμονικῶς ὑποδείξαντός μοι παντάπασιν ἀνθρώποις ἀναμεμῖχθαι δυσμενὲς ἔθνος καὶ τοῖς νόμοις ἀλλόκοτον καὶ τοῖς βασιλεῦσιν ἀνυπότακτον καὶ παρηλλαγμένον τοῖς ἔθεσι καὶ τὴν μοναρχίαν μισοῦν καὶ δύσνουν τοῖς ἡμετέροις πράγμασι, κελεύω τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμάνου πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι μηδεμίαν φειδῶ ποιησαμένους, μηδʼ ἐλέῳ πλέον ἢ τοῖς ἐπεσταλμένοις πεισθέντας παρακοῦσαι τῶν γεγραμμένων. καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετράδι καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ἔτους, ὅπως οἱ πανταχόθεν ἡμῖν πολέμιοι μιᾷ ἡμέρᾳ διαφθαρέντες τοῦ λοιποῦ μετʼ εἰρήνης ἡμῖν τὸν βίον διάγειν παρέχωσι. τούτου κομισθέντος τοῦ προστάγματος εἰς τὰς πόλεις καὶ τὴν χώραν ἕτοιμοι πάντες ἐπὶ τὴν τῶν Ἰουδαίων ἀπώλειαν εἰς τὴν προειρημένην ἡμέραν ἐγίνοντο· ἐσπεύδετο δὲ τοῦτο καὶ ἐν τῇ Σούσῃ. ὁ μὲν οὖν βασιλεὺς καὶ ὁ Ἀμάνης πρὸς εὐωχίαις καὶ πότοις ἦσαν, ἐν ταραχῇ δʼ ἦν ἡ πόλις. Ὁ δὲ Μαρδοχαῖος μαθὼν τὸ γινόμενον περιρρηξάμενος τὴν ἐσθῆτα καὶ σάκκον ἐνδυσάμενος καὶ καταχεάμενος σποδιὰν διὰ τῆς πόλεως ἐφέρετο βοῶν, ὅτι μηδὲν ἀδικῆσαν ἔθνος ἀναιρεῖται, καὶ τοῦτο λέγων ἕως τῶν βασιλείων ἦλθεν καὶ πρὸς αὐτοῖς ἔστη· οὐ γὰρ ἐξῆν εἰσελθεῖν αὐτῷ τοιοῦτον περικειμένῳ σχῆμα. τὸ δʼ αὐτὸ καὶ πάντες ἐποίησαν οἱ ἐν ταῖς πόλεσιν Ἰουδαῖοι, ἐν αἷς τὰ περὶ τούτων προετέθη γράμματα, θρηνοῦντες καὶ τὰς κατηγγελμένας αὐτοῖς συμφορὰς ὀδυρόμενοι. ὡς δʼ ἀπήγγειλάν τινες τῇ βασιλίσσῃ τὸν Μαρδοχαῖον ἐν οὕτως οἰκτρῷ σχήματι πρὸ τῆς αὐλῆς ἑστῶτα, ταραχθεῖσα πρὸς τὴν ἀκοὴν ἐξέπεμπεν τοὺς μεταμφιάσοντας αὐτόν. οὐ πεισθέντος δὲ ἀποδύσασθαι τὸν σάκκον, οὐ γὰρ ἐφʼ ᾧ τοῦτον ἀναγκασθείη λαβεῖν δεινῷ πεπαῦσθαι τοῦτο, προσκαλεσαμένη τὸν εὐνοῦχον Ἀχράθεον, καὶ γὰρ ἔτυχεν αὐτῇ παρών, ἀπέστειλεν Μαρδοχαίῳ γνωσόμενον, τίνος συμβεβηκότος αὐτῷ σκυθρωποῦ πενθεῖ καὶ τὸ σχῆμα τοῦτο περικείμενος οὐδʼ αὐτῆς παρακαλούσης ἀπέθετο.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
