# Jewish Antiquities 225-2-230

Flavius Josephus, Jewish Antiquities, 225 to 230. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/225-2

τῆς μὲν ὁλοκαυτεῖται πᾶν τὸ θυόμενον καὶ διὰ τοῦτο καὶ τὴν προσηγορίαν τοιαύτην ἔλαβεν, ἡ δὲ χαριστήριός τέ ἐστι καὶ κατʼ εὐωχίαν δρᾶται τῶν τεθυκότων· ἐρῶ δὲ περὶ τῆς προτέρας. ἀνὴρ ἰδιώτης ὁλοκαυτῶν θύει μὲν βοῦν καὶ ἀρνίον καὶ ἔριφον· ταῦτα μὲν ἐπέτεια, τοὺς δὲ βοῦς ἐφεῖται θύειν καὶ προήκοντας· ἄρρενα δὲ ὁλοκαυτεῖται τὰ πάντα. σφαγέντων δὲ τούτων τὸν κύκλον τῷ αἵματι δεύουσι τοῦ βωμοῦ οἱ ἱερεῖς, εἶτα καθαρὰ ποιήσαντες διαμελίζουσι καὶ πάσαντες ἁλσὶν ἐπὶ τὸν βωμὸν ἀνατιθέασι σχιζῶν ἤδη πεπληρωμένον καὶ πυρὸς φλεγομένου. τοὺς δὲ πόδας τῶν ἱερείων καὶ τὰ κατὰ νηδὺν ἐκκαθάραντες ἀκριβῶς τοῖς ἄλλοις καθαγνισθησόμενα προσεπιφέρουσι, τὰς δορὰς τῶν ἱερέων λαμβανόντων. καὶ ὁ μὲν τῆς ὁλοκαυτώσεως τρόπος ἐστὶν οὗτος. Τὰς δὲ χαριστηρίους θυσίας ἐπιτελοῦντες τὰ αὐτὰ μὲν ζῷα θύουσιν, ὁλόκληρα δὲ ταῦτα καὶ τῶν ἐπετείων πρεσβύτερα, ἄρρενα μέντοι θήλεσι συνδυαζόμενα. θύσαντες δὲ ταῦτα φοινίσσουσι μὲν αἵματι τὸν βωμόν, τοὺς δὲ νεφροὺς καὶ τὸν ἐπίπλουν καὶ πάντα τὰ πιμελῆ σὺν τῷ λοβῷ τοῦ ἥπατος καὶ σὺν αὐτοῖς τὴν οὐρὰν τοῦ ἀρνὸς ἐπιφέρουσι τῷ βωμῷ. τὸ δὲ στῆθος καὶ τὴν κνήμην τὴν δεξιὰν τοῖς ἱερεῦσι παρασχόντες ἐπὶ δύο ἡμέρας εὐωχοῦνται τοῖς καταλειπομένοις τῶν κρεῶν, ἃ δʼ ἂν περισσεύσῃ κατακαίουσι. Θύουσι δὲ καὶ ὑπὲρ ἁμαρτάδων καὶ ὁμοίως τῷ προειρημένῳ τὸ περὶ τῶν ἁμαρτάδων τῆς ἱερουργίας τρόπῳ γίνεται. οἱ δὲ ἀδύνατοι πορίζειν τὰ τέλεια θύματα περιστερὰς ἢ τρυγόνας δύο, ὧν τὸ μὲν ὁλοκαυτεῖται τῷ θεῷ, τὸ δὲ τοῖς ἱερεῦσιν εἰς βρῶσιν διδόασιν. ἀκριβέστερον δὲ περὶ τῆς θυσίας τῶνδε τῶν ζῴων ἐν τοῖς περὶ θυσιῶν ἐροῦμεν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
