# Jewish Antiquities 228-5-234

Flavius Josephus, Jewish Antiquities, 228 to 234. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/228-5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/228-5
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:228-5-234

μεταπείθεται δὲ ὑπὸ τοῦ Φερώρα τόν τε νεανίσκον οὐκ εὔνουν ἔσεσθαι λέγοντος διὰ τὴν ἀπώλειαν τοῦ πατρὸς καὶ δικαιότερον εἶναι λαβεῖν τὸν αὐτοῦ παῖδα τῆς τετραρχίας ὄντα διάδοχον. οὕτω δὲ συγγνώμην ᾐτεῖτο καὶ μὴ πείσας οὕτως. ἐκείνη μὲν οὖν ἀντιμετατεθείσης τῆς ἐγγύης ἐγαμεῖτο τῷ Φερώρα μειρακίῳ φερνὴν ἐπιδόντος ἑκατὸν τάλαντα τοῦ βασιλέως. Οὐκ ἀνεῖτο δὲ τὰ κατὰ τὴν οἰκίαν ἀεὶ καὶ μείζους τὰς ταραχὰς λαμβάνοντα, καὶ συμπίπτει τι τοιοῦτον ἐξ αἰτίας μὲν οὐκ εὐπρεποῦς, χωρῆσαν δὲ πρόσω κατὰ δυσχέρειαν· ἦσαν εὐνοῦχοι τῷ βασιλεῖ διὰ κάλλος οὐ μετρίως ἐσπουδασμένοι. τούτων ὁ μὲν οἰνοχοεῖν, ὁ δὲ δεῖπνον προσφέρειν, ὁ δὲ κατακοιμίζειν βασιλέα πεπίστευτο καὶ τὰ μέγιστα τῶν ἐν ταῖς ἀρχαῖς. καί τις ἀγγέλλει τῷ βασιλεῖ διαφθαρῆναι τούτους ὑπὸ Ἀλεξάνδρου τοῦ παιδὸς ἐπὶ πολλοῖς χρήμασιν. ἀνακρίναντι δὲ περὶ μὲν τῆς γεγενημένης πρὸς αὐτὸν κοινωνίας καὶ μίξεως ὡμολόγουν, ἄλλο δὲ οὐδὲν δυσχερὲς εἰς τὸν πατέρα συνειδέναι. βασανιζόμενοι δὲ μᾶλλον κἀν ταῖς ἀνάγκαις ὄντες ἐπιτεινόντων ἀεὶ τῶν ὑπηρετῶν καὶ χαριζομένων τῷ Ἀντιπάτρῳ τὸ τοιοῦτον, ἔλεγον ὡς εἴη δυσμένεια πρὸς τὸν πατέρα καὶ μῖσος ἔμφυτον Ἀλεξάνδρῳ. παραινοίη δʼ αὐτοῖς Ἡρώδην μὲν ἀπεγνωκέναι περιττὸν ἤδη τετυχηκότα καὶ τῷ γήρᾳ παρακάλυμμα τοῦ χρόνου ποιούμενον, μελαίνοντα τὰς τρίχας καὶ κλέπτοντα τὸν ἔλεγχον τῆς ἡλικίας· εἰ δʼ αὐτῷ προσέχοιεν τὸν νοῦν, περιγενομένης τῆς βασιλείας, ἣν καὶ μὴ βουλομένου τοῦ πατρὸς οὐκ ἄλλου τινὸς εἶναι, ταχὺ τὸν πρῶτον ἕξειν ἐν αὐτῇ τόπον· οὐ γὰρ μόνον διὰ τὸ γένος, ἀλλʼ ἤδη καὶ ταῖς παρασκευαῖς ἕτοιμον αὐτῷ τὸ κρατεῖν εἶναι· πολλοὶ μὲν γὰρ τῶν ἡγεμόνων, πολλοὶ δὲ τῶν φίλων συνεστᾶσιν οὐχὶ πονηροὶ πᾶν ὁτιοῦν καὶ δρᾶν καὶ πάσχειν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
