# Jewish Antiquities 229-235

Flavius Josephus, Jewish Antiquities, 229 to 235. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/229

ἀλλʼ ἐπεὶ θεοῦ τε βουλομένου σὸς πατὴρ ἐγενόμην καὶ πάλιν τούτῳ δοκοῦν ἀποτίθεμαί σε, φέρε γενναίως τὴν καθιέρωσιν· τῷ θεῷ γάρ σε παραχωρῶ ταύτης ἀξιώσαντι παρʼ ἡμῶν τῆς τιμῆς ἀνθʼ ὧν εὐμενὴς γέγονέ μοι παραστάτης καὶ σύμμαχος νῦν ἐπιτυχεῖν. ἐπεὶ δʼ ἐγεννήθης ἀποθάνῃς οὐ τὸν κοινὸν ἐκ τοῦ ζῆν τρόπον, ἀλλʼ ὑπὸ πατρὸς ἰδίου θεῷ τῷ πάντων πατρὶ νόμῳ θυσίας προπεμπόμενος, ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ μήτε νόσῳ μήτε πολέμῳ μήτε ἄλλῳ τινὶ τῶν παθῶν, ἃ συμπίπτειν πέφυκεν ἀνθρώποις, ἀπαλλαγῆναι τοῦ βίου, μετʼ εὐχῶν τε καὶ ἱερουργίας ἐκείνου ψυχὴν τὴν σὴν προσδεξομένου καὶ παρʼ αὐτῷ καθέξοντος· ἔσῃ τʼ ἐμοὶ εἰς κηδεμόνα καὶ γηρωκόμον, διὸ καὶ σὲ μάλιστα ἀνετρεφόμην, τὸν θεὸν ἀντὶ σαυτοῦ παρεσχημένος. Ἴσακος δέ, πατρὸς γὰρ ἦν οἵου τετυχηκότα γενναῖον ἔδει τὸ φρόνημα εἶναι, δέχεται πρὸς ἡδονὴν τοὺς λόγους καὶ φήσας, ὡς οὐδὲ γεγονέναι τὴν ἀρχὴν ἦν δίκαιος, εἰ θεοῦ καὶ πατρὸς μέλλει κρίσιν ἀπωθεῖσθαι καὶ μὴ παρέχειν αὑτὸν τοῖς ἀμφοτέρων βουλήμασιν ἑτοίμως, ὅτε καὶ μόνου τοῦ πατρὸς ταῦτα προαιρουμένου μὴ ὑπακούειν ἄδικον ἦν, ὥρμησεν ἐπὶ τὸν βωμὸν καὶ τὴν σφαγήν. κἂν ἐπράχθη τὸ ἔργον μὴ στάντος ἐμποδὼν τοῦ θεοῦ· βοᾷ γὰρ ὀνομαστὶ τὸν Ἅβραμον εἴργων τῆς τοῦ παιδὸς σφαγῆς. οὐ γὰρ ἐπιθυμήσας αἵματος ἀνθρωπίνου τὴν σφαγὴν αὐτῷ προστάξαι τοῦ παιδὸς ἔλεγεν, οὐδὲ οὗ πατέρα ἐποίησεν αὐτὸς ἀφελέσθαι τούτου βουλόμενος μετὰ τοιαύτης ἀσεβείας, ἀλλὰ δοκιμάσαι θέλων αὐτοῦ τὴν διάνοιαν, εἰ καὶ τοιαῦτα προστασσόμενος ὑπακούοι. μαθὼν δὲ αὐτοῦ τὸ πρόθυμον καὶ τὴν ὑπερβολὴν τῆς θρησκείας ἥδεσθαι μὲν οἷς αὐτῷ παρέσχεν, οὐχ ὑστερήσειν δὲ αὐτὸν ἀεὶ πάσης ἐπιμελείας καὶ τὸ γένος ἀξιοῦντα, ἔσεσθαί τε τὸν υἱὸν αὐτοῦ πολυχρονιώτατον καὶ βιώσαντα εὐδαιμόνως παισὶν ἀγαθοῖς καὶ γνησίοις παραδώσειν μεγάλην ἡγεμονίαν. προεδήλου τε τὸ γένος τὸ αὐτῶν εἰς ἔθνη πολλὰ καὶ πλοῦτον ἐπιδώσειν, καὶ μνήμην αἰώνιον αὐτῶν ἔσεσθαι τοῖς γενάρχαις, τήν τε Χαναναίαν ὅπλοις κατακτησαμένους ζηλωτοὺς ἔσεσθαι πᾶσιν ἀνθρώποις.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
