# Jewish Antiquities 230-2-235

Flavius Josephus, Jewish Antiquities, 230 to 235. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/230-2

Ἡ δʼ Ἐφράμιδος φυλὴ τῇ Γεδεῶνος εὐπραγίᾳ δυσχεραίνουσα στρατεύειν ἐπʼ αὐτὸν διεγνώκει, τὸ μὴ προαγγεῖλαι τὴν ἐπιχείρησιν αὐτοῖς τὴν κατὰ τῶν πολεμίων ἐγκαλοῦντες. Γεδεὼν δὲ μέτριος ὢν καὶ πᾶσαν ἀρετὴν ἄκρος οὐκ αὐτὸς ἔλεγεν αὐτοκράτορι χρησάμενος λογισμῷ τοῖς ἐχθροῖς ἐπιθέσθαι χωρὶς αὐτῶν, ἀλλὰ τοῦ θεοῦ κελεύσαντος· τὴν δὲ νίκην οὐχ ἧττον αὐτῶν ἔφασκεν ἰδίαν ἢ τῶν ἐστρατευκότων εἶναι. καὶ τούτοις παρηγορήσας αὐτῶν τὴν ὀργὴν τοῖς λόγοις μᾶλλον τοὺς Ἑβραίους ὠφέλησε τῆς ἐπὶ τῶν πολεμίων εὐπραξίας · ἐμφυλίου γὰρ αὐτοὺς στάσεως ἄρχειν μέλλοντας ἐρρύσατο. τῆς μέντοι ὕβρεως ταύτης ἡ φυλὴ δίκην ἐξέτισεν, ἣν δηλώσομεν κατὰ καιρὸν ἴδιον. Γεδεὼν δὲ τὴν ἀρχὴν ἀποθέσθαι βουλόμενος βιασθεὶς ἔσχεν αὐτὴν ἐπʼ ἔτη τεσσαράκοντα βραβεύων αὐτοῖς τὰ δίκαια καὶ περὶ τῶν διαφορῶν ἐπʼ αὐτὸν βαδιζόντων κύρια πάντα ἦν τὰ ὑπʼ αὐτοῦ λεγόμενα. καὶ ὁ μὲν γηραιὸς τελευτήσας ἐν Ἐφρὰν τῇ πατρίδι θάπτεται. Παῖδες δὲ ἦσαν αὐτῷ γνήσιοι μὲν ἑβδομήκοντα, πολλὰς γὰρ ἔγημε γυναῖκας, νόθος δʼ εἷς ἐκ παλλακῆς Δρούμας Ἀβιμέλεχος τοὔνομα, ὃς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν ἀναχωρήσας εἰς Σίκιμα πρὸς τοὺς ἀπὸ μητρὸς συγγενεῖς, ἐντεῦθεν γὰρ ἦν, καὶ λαβὼν ἀργύριον παρʼ αὐτῶν, οἳ διὰ πλῆθος ἀδικημάτων ἦσαν ἐπίσημοι, ἀφικνεῖται σὺν αὐτοῖς εἰς τὸν πατρῷον οἶκον καὶ κτείνει πάντας τοὺς ἀδελφοὺς πλὴν Ἰωθάμου· σώζεται γὰρ οὗτος διαφυγεῖν εὐτυχήσας. Ἀβιμέλεχος δὲ εἰς τυραννίδα τὰ πράγματα μεθίστησι κύριον αὑτὸν ὅ τι βούλεται ποιεῖν ἀντὶ τῶν νομίμων ἀποδείξας καὶ δεινῶς πρὸς τοὺς τοῦ δικαίου προϊσταμένους ἐκπικραινόμενος. Καί ποτε δημοτελοῦς Σικίμοις οὔσης ἑορτῆς καὶ τοῦ πλήθους παντὸς ἐκεῖ συνειλεγμένου ὁ ἀδελφὸς αὐτοῦ Ἰωθάμης, ὃν καὶ διαφυγεῖν ἔφαμεν, ἀνελθὼν ἐπὶ τὸ ὄρος τὸ Γαριζείν, ὑπέρκειται δὲ τῆς Σικιμίων πόλεως, ἐκβοήσας εἰς ἐπήκοον τοῦ πλήθους ἡσυχίαν αὐτῷ παρασχόντος ἠξίου μαθεῖν τὰ ὑπʼ αὐτοῦ λεγόμενα.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
