# Jewish Antiquities 232-5-239

Flavius Josephus, Jewish Antiquities, 232 to 239. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/232-5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/232-5
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:232-5-239

εἰ δὲ ἀπονοοῖτο μηδὲν ἐκ τῆς Γαΐου τελευτῆς σωφρονιζόμενος οὔτι γε αὐτοὶ ἐπιτρέψειν τῆς τε γὰρ στρατιᾶς πολὺ εἶναι τὸ συνεστηκὸς αὐτοῖς ὅπλων τε εὐπορίαν καὶ πληθὺν οἰκετῶν, οἳ χρήσαιντο αὐτοῖς. μέγα δὲ μέρος τήν τε ἐλπίδα εἶναι καὶ τὴν τύχην, τούς τε θεοὺς οὐκ ἄλλοις συμμαχεῖν, ἀλλὰ τοῖς μετʼ ἀρετῆς καὶ τοῦ καλοῦ τοὺς ἀγῶνας ποιουμένοις. εἶναι δὲ τούτους, οἳ ἂν περὶ ἐλευθερίας μάχωνται τῆς πατρίδος. Καὶ οἱ μὲν πρεσβευταὶ Οὐηράνιός τε καὶ Βρόγχος, δήμαρχοι δὲ ἦσαν ἀμφότεροι, τοῖσδε ἐχρῶντο τοῖς λόγοις καὶ καθικέτευον τοῖς γόνασιν αὐτοῦ προσπεσόντες μηδαμῶς πολέμοις καὶ κακοῖς ἐμβαλεῖν τὴν πόλιν, θεωροῦντες στρατιᾶς πληθύι τὸν Κλαύδιον πεφραγμένον καὶ τὸ μηδὲν τοὺς ὑπάτους ὄντας συγκρίσει τῇ πρὸς αὐτόν. εἴ τε τῆς ἀρχῆς ὀρέγοιτο, παρὰ τῆς βουλῆς δέχεσθαι διδομένην· αἰσιώτερον γὰρ καὶ εὐδαιμονέστερον χρῆσθαι τὸν μὴ μετὰ ὕβρεως ἀλλʼ εὐνοίᾳ τῶν διδόντων παραλαμβάνοντα. Κλαύδιος δέ, ἠπίστατο γὰρ μεθʼ οἵας αὐθαδείας ἀποσταλεῖεν, καὶ πρὸς τὸ παρὸν γνώμῃ τῇ αὐτῶν ἐπὶ τὸ μετριώτερον τρεπόμενος, οὐ μὴν ἀλλὰ καὶ τῷ περὶ αὐτοὺς φόβῳ διαναστὰς ἅμα μὲν θάρσει τῶν στρατιωτῶν ἅμα δὲ Ἀγρίππου τοῦ βασιλέως κελεύοντος μὴ προέσθαι τῶν χειρῶν τηλικαύτην ἀρχὴν ἥκουσαν αὐτόματον. πράξας μὲν καὶ περὶ Γάιον οἷον εἰκὸς ἄνδρα ὑπʼ αὐτοῦ διὰ τιμῆς ἠγμένον, καὶ γὰρ τὸν νεκρὸν περιέσπεν τοῦ Γαΐου καὶ ἀναθέμενος ἐπὶ κλίνης καὶ περιστείλας ἐκ τῶν ἐνδεχομένων εἰς τοὺς σωματοφύλακας ὑπεχώρει, ζῆν μὲν τὸν Γάιον ἀπαγγέλλων κακοπαθοῦντί γε ὑπὸ τραυμάτων ἰατροὺς μετέσεσθαι λέγων· πυθόμενος δὲ τοῦ Κλαυδίου τὴν ὑπὸ τῶν στρατιωτῶν ἁρπαγὴν ὠθεῖτο πρὸς αὐτὸν καὶ καταλαβὼν τεταραγμένον καὶ οἷόν τε ἐκχωρεῖν τῇ συγκλήτῳ ἀνήγειρεν ἀντιλαμβάνεσθαι κελεύων τῆς ἡγεμονίας. ταῦτα δὲ πρὸς τὸν Κλαύδιον εἰπὼν προσεχώρει πρὸς αὐτόν, καὶ μετακαλούσης αὐτὸν τῆς βουλῆς χρισάμενος μύροις τὴν κεφαλὴν ὡς ἀπὸ συνουσίας γινομένης ἀναλύσεως αὐτῷ παρῆν καὶ ἤρετο τοὺς βουλευτάς, τί πέπραχε Κλαύδιος.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
