# Jewish Antiquities 236-6-241

Flavius Josephus, Jewish Antiquities, 236 to 241. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/236-6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/236-6
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:236-6-241

Μᾶρκος Πόπλιος σπιρίου υἱὸς καὶ Μᾶρκος Μάρκου Ποπλίου υἱὸς Λουκίου λέγουσιν. Λέντλῳ τἀνθυπάτῳ προσελθόντες ἐδιδάξαμεν αὐτὸν περὶ ὧν Δοσίθεος Κλεοπατρίδου Ἀλεξανδρεὺς λόγους ἐποιήσατο, ὅπως πολίτας Ῥωμαίων Ἰουδαίους ἱερὰ Ἰουδαϊκὰ ποιεῖν εἰωθότας, ἂν αὐτῷ φανῇ, δεισιδαιμονίας ἕνεκα ἀπολύσῃ· καὶ ἀπέλυσε πρὸ δώδεκα καλανδῶν Κουιντιλίων Λευκίω Λέντλω Γαΐω Μαρκέλλω ὑπάτοις. παρῆσαν Τίτος Ἄμπιος Τίτου υἱὸς Βάλβος Ὁρατία πρεσβευτής, Τίτος Τόνγιος Κροστομίνα, Κόιντος Καίσιος Κοΐντου, Τίτος Πήιος Τίτου υἱὸς Κορνηλία Λογγῖνος, Γάιος Σερουίλιος Γαΐου Τηρητείνα Βρόκχος χιλίαρχος, Πόπλιος Κλούσιος Ποπλίου υἱὸς Ἐτωρία Γάλλος, Γάιος Τεύτιος Γαΐου Αἰμιλία χιλίαρχος, Σέξστος Ἀτίλιος Σέξστου υἱὸς Αἰμιλία Σέσρανος, Γάιος Πομπήιος Γαΐου υἱὸς Σαβατίνα, Τίτος Ἄμπιος Τίτου Μένανδρος, Πόπλιος Σερουίλιος Ποπλίου υἱὸς Στράβων, Λεύκιος Πάκκιος Λευκίου Κολλίνα Καπίτων, Αὖλος Φούριος Αὔλου υἱὸς Τέρτιος, Ἄππιος Μηνᾶς. ἐπὶ τούτων ὁ Λέντλος δόγμα ἐξέθετο· πολίτας Ῥωμαίων Ἰουδαίους, οἵτινες ἱερὰ Ἰουδαϊκὰ ποιεῖν εἰώθασιν, ἐν Ἐφέσῳ πρὸ τοῦ βήματος δεισιδαιμονίας ἕνεκα ἀπέλυσα. Λαοδικέων ἄρχοντες Γαΐῳ Ῥαβελλίῳ Γαΐου υἱῷ ὑπάτῳ χαίρειν. Σώπατρος Ὑρκανοῦ τοῦ ἀρχιερέως πρεσβευτὴς ἀπέδωκεν ἡμῖν τὴν παρὰ σοῦ ἐπιστολήν, διʼ ἧς ἐδήλου ἡμῖν παρὰ Ὑρκανοῦ τοῦ Ἰουδαίων ἀρχιερέως ἐληλυθότας τινὰς γράμματα κομίσαι περὶ τοῦ ἔθνους αὐτῶν γεγραμμένα,

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
