# Jewish Antiquities 237-6-239

Flavius Josephus, Jewish Antiquities, 237 to 239. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/237-6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/237-6
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:237-6-239

μάλιστα δὲ τὴν σφαγὴν τῶν περὶ τὸ ἱερὸν ἐδείνου τῷ λόγῳ καὶ τὴν δυσσέβειαν, ὡς ἑορτῆς τε ἐνεστηκυίας καὶ ἱερείων ἐν τρόπῳ σφαχθεῖεν ἔνιοι μὲν ξένοι οἱ δὲ ἐγχώριοι, πλησθείη δὲ τὸ ἱερὸν νεκρῶν οὐχ ὑπʼ ἀλλοφύλου, ἀλλὰ τοῦ καὶ μετὰ νομίμων ὀνομάτων τῆς βασιλείας ἐφιεμένου τῆς πράξεως, ὅπως δυνηθείη πληρῶσαι τῆς φύσει τυραννίδος τὴν πᾶσιν ἀνθρώποις μεμισημένην ἀδικίαν. διʼ ἣν μηδὲ ὄναρ ποτὲ ἑωρᾶσθαι βασιλείας αὐτῷ τὴν διαδοχὴν ἀρετῇ τοῦ πατρός· ἐπίστασθαι γὰρ αὐτοῦ τὸν τρόπον καί τοι ἐχθρὸν αὐτῷ τῶν διαθηκῶν ἰσχυρότερον Ἀντιπάτρῳ καθίστασθαι· κληθῆναι γὰρ ὑπὸ τοῦ πατρὸς ἐπὶ τὴν βασιλείαν οὐχὶ νοσοῦντος πρὸς τῷ σώματι καὶ τὴν ψυχήν, ἀλλὰ ἀκραιφνεῖ μὲν τῷ λογισμῷ χρωμένου, ἀλκῇ δὲ σώματος τοῖς πράγμασιν ἐφεστηκότος. εἰ δὲ καὶ πρότερον εἰς αὐτὸν ἐπίσης τοῖς νῦν διατεθεῖσθαι τὸν πατέρα, ἀποπεφάνθαι ποταπὸς ἂν γένοιτο βασιλεὺς τὸν μὲν κύριον παρασχεῖν τὴν βασιλείαν Καίσαρα ἀφῃρημένον τοῦ δοῦναι τὴν ἐξουσίαν, τοὺς δὲ πολίτας ἰδιώτην ὄντα ἀκμὴν σφάζειν ἐν ἱερῷ μὴ ἀποτετραμμένον.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
