# Jewish Antiquities 237-243

Flavius Josephus, Jewish Antiquities, 237 to 243. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/237

ἀναλώματα γὰρ οὐχ ἡγητέον ὅσα τις κατὰ χρηστότητα παρίησιν ἀνθρώποις λαμβάνειν, τοῦ θεοῦ τὴν ἀφθονίαν τῶν ἀγαθῶν χορηγοῦντος οὐκ ἐπὶ τῷ καρποῦσθαι μόνοις, ἀλλὰ καὶ τῷ τοῖς ἄλλοις μεταδιδόναι φιλοτίμως, καὶ βουλομένου τῷ τρόπῳ τούτῳ τὴν ἰδίαν περὶ τὸν Ἰσραηλιτῶν λαὸν εὔνοιαν καὶ τὴν χορηγίαν τῆς εὐδαιμονίας καὶ τοῖς ἄλλοις ἐμφανίζεσθαι ἐκ πολλοῦ τοῦ περιόντος αὐτοῖς κἀκείνοις μεταδιδόντων. ὁ δὲ παρὰ ταῦτα ποιήσας πληγὰς μιᾷ λειπούσας τεσσαράκοντα τῷ δημοσίῳ σκύτει λαβὼν τιμωρίαν ταύτην αἰσχίστην ἐλεύθερος ὑπομενέτω, ὅτι τῷ κέρδει δουλεύσας ὕβρισε τὸ ἀξίωμα· καλῶς γὰρ ὑμῖν ἔχει πεπειραμένοις ἐν Αἰγύπτῳ συμφορῶν καὶ κατὰ τὴν ἐρημίαν πρόνοιαν τῶν ἐν τοῖς ὁμοίοις ὑπαρχόντων ποιεῖσθαι, καὶ τυχόντας εὐπορίας ἐξ ἐλέου καὶ προνοίας τοῦ θεοῦ τὴν αὐτὴν ταύτην ἐξ ὁμοίου πάθους ἀπομερίζειν τοῖς δεομένοις. Ταῖς δὲ δεκάταις ταῖς δυσίν, ἃς ἔτους ἑκάστου προεῖπον τελεῖν, τὴν μὲν τοῖς Λευίταις, τὴν δʼ ἑτέραν πρὸς τὰς εὐωχίας, τρίτην πρὸς αὐταῖς κατὰ τὸ ἔτος τρίτον συμφέρειν εἰς διανέμησιν τῶν σπανιζόντων γυναιξί τε χήραις καὶ παισὶν ὀρφανοῖς· τῶν δʼ ὡραίων ὅ τι καὶ πρῶτον ἑκάστῳ τύχῃ γενόμενον εἰς τὸ ἱερὸν κομιζέτωσαν, καὶ τὸν θεὸν ὑπὲρ τῆς ἐνεγκαμένης αὐτὸ γῆς, ἣν αὐτοῖς κτήσασθαι παρέσχεν, εὐλογήσαντες θυσίας ἃς ὁ νόμος αὐτοῖς ἐπιφέρειν κελεύει ἐπιτελέσαντες τούτων τὰ προτέλεια τοῖς ἱερεῦσι διδότωσαν. ἐπειδὰν δὲ ταῦτά τις ποιήσας καὶ πάντων τὰς δεκάτας ἅμα ταῖς εἰς τοὺς Λευίτας καὶ τὰς εὐωχίας ἀπενηνοχὼς ἀπιέναι μέλλῃ πρὸς αὑτὸν οἴκαδε, στὰς ἀντικρὺ τοῦ τεμενίσματος εὐχαριστησάτω μὲν τῷ θεῷ, ὅτι τῆς ἀπʼ Αἰγυπτίων αὐτοὺς ὕβρεως ἀπαλλάξας γῆν αὐτοῖς ἀγαθὴν καὶ πολλὴν ἔδωκε καρποῦσθαι, μαρτυράμενος δὲ ὡς τάς τε δεκάτας κατὰ τοὺς Μωυσέος τελέσειε νόμους αἰτησάσθω τὸν θεὸν εὐμενῆ καὶ ἵλεων αὐτῷ διὰ παντὸς εἶναι καὶ κοινῇ πᾶσιν Ἑβραίοις διαμένειν, φυλάττοντα μὲν ἃ δέδωκεν αὐτοῖς ἀγαθὰ προσκτήσασθαι δὲ ὅσα δύναται χαρίζεσθαι.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
