# Jewish Antiquities 243-4-249

Flavius Josephus, Jewish Antiquities, 243 to 249. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/243-4

ταῦτα ὁρῶντα τὸν θεὸν ὀργισθῆναι αὐτῷ καὶ διὰ τῶν γεγραμμένων προκαταγγέλλειν, εἰς οἷον αὐτὸν καταστρέψαι δεῖ τέλος. ἐδήλου δὲ τὰ γράμματα τάδε· μάνη· τούτῳ δὲ ἔλεγεν Ἑλλάδι γλώσσῃ σημαίνοιτο ἂν ἀριθμός, ὥσπερ τῆς ζωῆς σου τὸν χρόνον καὶ τῆς ἀρχῆς ἠρίθμηκεν ὁ θεὸς περισσεύειν ἔτι σοι βραχὺν χρόνον. θέκελ· σημαίνει τοῦτο τὸν σταθμόν· στήσας οὖν σου λέγει τὸν χρόνον τῆς βασιλείας ὁ θεὸς ἤδη καταφερομένην δηλοῖ. φαρές· καὶ τοῦτο κλάσμα δηλοῖ καθʼ Ἑλλάδα γλῶτταν· κλάσει τοιγαροῦν σου τὴν βασιλείαν καὶ Μήδοις αὐτὴν καὶ Πέρσαις διανεμεῖ. Δανιήλου δὲ ταῦτα τῷ βασιλεῖ σημαίνειν φράσαντος τὰ ἐν τῷ τοίχῳ γράμματα τὸν μὲν Βαλτασάρην, οἷον εἰκὸς ἐφʼ οὕτω χαλεποῖς τοῖς δεδηλωμένοις, λύπη καὶ συμφορὰ κατέλαβεν· οὐ μὴν ὡς προφήτῃ αὐτῷ κακῶν γενομένῳ τὰς δωρεὰς ἃς ὑπέσχετο δώσειν οὐ δίδωσιν, ἀλλὰ πάσας παρέσχε, τὸ μὲν ἐφʼ οἷς δοθήσονται λογιζόμενος ἴδιον αὐτοῦ καὶ τῆς ἀνάγκης, ἀλλʼ οὐχὶ τοῦ προφητεύσαντος εἶναι, τὰ δὲ ὡμολογημένα κρίνων ἀνδρὸς ἀγαθοῦ καὶ δικαίου, κἂν ᾖ σκυθρωπὰ τὰ μέλλοντα συμβαίνειν οὕτως ἔκρινε· μετʼ οὐ πολὺν δὲ χρόνον αὐτός τε ἐλήφθη καὶ ἡ πόλις Κύρου τοῦ Περσῶν βασιλέως ἐπʼ αὐτὸν στρατεύσαντος· Βαλτάσαρος γάρ ἐστιν, ἐφʼ οὗ τὴν αἵρεσιν τῆς Βαβυλῶνος συνέβη γενέσθαι, βασιλεύσαντος αὐτοῦ ἑπτακαίδεκα ἔτη. τῶν μὲν οὖν Ναβουχοδονοσόρου τοῦ βασιλέως ἐγγόνων τὸ τέλος τοιοῦτον παρειλήφαμεν γενόμενον· Δαρείῳ δὲ τῷ καταλύσαντι τὴν Βαβυλωνίων ἡγεμονίαν μετὰ Κύρου τοῦ συγγενοῦς ἔτος ἦν ἑξηκοστὸν καὶ δεύτερον, ὅτε τὴν Βαβυλῶνα εἷλεν, ὃς ἦν Ἀστυάγους υἱός, ἕτερον δὲ παρὰ τοῖς Ἕλλησιν ἐκαλεῖτο ὄνομα· ὃς καὶ Δανίηλον τὸν προφήτην λαβὼν ἤγαγεν εἰς Μηδίαν πρὸς αὑτὸν καὶ πάσης αὐτῷ τιμῆς μεταδιδοὺς εἶχε σὺν αὑτῷ· τῶν τριῶν γὰρ σατραπῶν ἦν, οὓς ἐπὶ τῶν ἑξήκοντα καὶ τριακοσίων σατραπειῶν κατέστησε· τοσούτους γὰρ ἐποίησε Δαρεῖος εἰς αὐτήν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
