# Jewish Antiquities 244-7-251

Flavius Josephus, Jewish Antiquities, 244 to 251. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/244-7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/244-7
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:244-7-251

Ἦν δὲ τούτων ἁπάντων αἴτιος Ἀντίπατρος, ὃς ἐπειδὴ τὸ νενοσηκὸς τῆς τοῦ πατρὸς παρρησίας κατέμαθεν, ἔκπαλαι μὲν συνεδρεύων αὐτῷ προσέκειτο καὶ μᾶλλον ἐδόκει τι περαίνειν, τῶν ἀντέχειν δυναμένων ἕκαστος εἰ ὑπεξαιρεθείη. τότε γοῦν τῶν περὶ τὸν Ἀνδρόμαχον ἀπελαθέντων λόγου καὶ παρρησίας πρῶτον μὲν ὁ βασιλεὺς ὅσους ᾤετο πιστοὺς Ἀλεξάνδρῳ βασάνοις ἀνέκρινεν, εἴ τι κατʼ αὐτοῦ τολμηθὲν εἰδείησαν· οἱ δὲ ἀπέθνησκον οὐδὲν ἔχοντες λέγειν. τῷ δʼ ἦν φιλονεικίας αἴτιον, εἰ μή τι τοιοῦτον οἷον ἐδόκει κακῶς εὑρίσκοιτο, καὶ δεινὸς Ἀντίπατρος τὸν μὲν ὑπʼ αὐτῆς τῆς ἀληθείας ἀναίτιον εἰς ἐγκράτειαν καὶ πίστιν διαβαλεῖν, ἐπιπαροξῦναι δὲ ζητεῖν ἐκ πλειόνων τὸ λανθάνον τῆς ἐπιχειρήσεως. καί τις ἐν πολλοῖς τοῖς βασανιζομένοις εἶπεν, ὡς εἰδείη τὸν νεανίσκον λέγοντα πολλάκις, ὅταν ἐπαινούμενος αὐτὸς τύχῃ τό τε σῶμα ὡς εἴη μέγας καὶ τὴν τοξικὴν εὔστοχος καὶ τἆλλα τὰ πρὸς ἀρετὴν ὑπὲρ ἅπαντας, ὅτι ταῦτʼ αὐτῷ κακὰ μᾶλλον ἤπερ ἀγαθὰ παρὰ τῆς φύσεώς ἐστιν· ἄχθεσθαι γὰρ ἐπʼ αὐτοῖς τὸν πατέρα καὶ φθονεῖν, αὐτός τε ὅταν μὲν ἅμα περιπατῶν συστέλλειν αὑτὸν καὶ καθαιρεῖν ὡς μὴ μείζων ὁρᾶσθαι, τοξεύων δὲ ἐν τοῖς κυνηγεσίοις ἐκείνου παρόντος ἀπὸ σκοποῦ ῥίπτειν· τὴν γὰρ φιλοτιμίαν εἰδέναι τοῦ γεγεννηκότος τούτων εὐδοκιμούντων. βασανιζομένῳ τῷ τε λόγῳ καὶ προσγινομένης ἀνέσεως τῷ σώματι προσετίθει δʼ ὅτι καὶ συνεργὸν ἔχων τὸν ἀδελφὸν Ἀριστόβουλον ἐν κυνηγεσίῳ λοχήσας φεύγειν εἰς Ῥώμην, ἐπειδὰν τοῦτʼ αὐτῷ πραχθῇ, τὴν βασιλείαν αἰτησόμενος. εὑρέθη δὲ καὶ γράμματα τοῦ νεανίσκου πρὸς τὸν ἀδελφόν, ἐν οἷς ἐμέμφετο τὸν πατέρα μὴ δίκαια ποιεῖν, Ἀντιπάτρῳ χώραν ἀπονέμοντα πρόσοδον διακοσίων ταλάντων φέρουσαν. ἐπὶ τούτοις εὐθὺς μὲν ἔδοξέν τι πιστὸν ἔχειν Ἡρώδης, ὡς ᾤετο, κατὰ τῆς τῶν παίδων ὑποψίας καὶ συλλαβὼν ἔδησεν τὸν Ἀλέξανδρον. αὖθις δὲ οὐκ ἀνίει χαλεπὸς ὤν, τὰ μὲν οὐδʼ οἷς ἤκουσεν ἄγαν πεπιστευκώς· ἀναλογιζομένῳ γὰρ ἄξιον μὲν ἐπιβουλῆς ἐξ αὐτῶν οὐδὲν ἐφαίνετο, μέμψεις δὲ καὶ νεανικαὶ φιλοτιμίαι, καὶ τὸ κτείναντα φανερῶς εἰς τὴν Ῥώμην ὁρμᾶν ἀπίθανον.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
