# Jewish Antiquities 245-2

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ ἕκτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/245-2

λαβὼν δὲ ταύτην ὁ Δαβίδης ἔξω τῆς τῶν Ἑβραίων χώρας εἰς Γίτταν διέφυγε τὴν Παλαιστίνων, ἧς Ἄγχους ἐβασίλευεν. ἐπιγνωσθεὶς δὲ ὑπὸ τῶν τοῦ βασιλέως οἰκετῶν καὶ φανερὸς αὐτῷ γενόμενος μηνυόντων ἐκείνων, ὅτι Δαυίδης ὁ πολλὰς ἀποκτείνας Παλαιστίνων μυριάδας εἴη, δείσας μὴ πρὸς αὐτοῦ θάνῃ καὶ τὸν κίνδυνον ὃν ἐξέφυγε παρὰ Σαούλου παρʼ ἐκείνου πειράσῃ προσποιεῖται μανίαν καὶ λύσσαν, ὡς ἀφρὸν κατὰ τοῦ στόματος αὐτοῦ φερόμενον καὶ τὰ ἄλλα ὅσα συνίστησι μανίαν πίστιν παρὰ τῷ Γίττης βασιλεῖ γενέσθαι τῆς νόσου.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
