# Jewish Antiquities 246-2-251

Flavius Josephus, Jewish Antiquities, 246 to 251. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/246-2

πλέγματα γὰρ ἐμφερῆ κιβωτοῖς ἐκ βίβλου κατασκευάσας καὶ πληρώσας ἴβεων ἐκόμιζε. πολεμιώτατον δʼ ἐστὶν ὄφεσι τοῦτο τὸ ζῷον· φεύγουσί τε γὰρ ἐπερχομένας καὶ ἐφιστάμενοι καθάπερ ὑπʼ ἐλάφων ἁρπαζόμενοι καταπίνονται· χειροήθεις δʼ εἰσὶν αἱ ἴβεις καὶ πρὸς μόνον τὸ τῶν ὄφεων γένος ἄγριοι. καὶ περὶ μὲν τούτων παρίημι νῦν γράφειν οὐκ ἀγνοούντων τῶν Ἑλλήνων τῆς ἴβιδος τὸ εἶδος. ὡς οὖν εἰς τὴν γῆν ἐνέβαλε τὴν θηριοτρόφον, ταύταις ἀπεμάχετο τὴν τῶν ἑρπετῶν φύσιν ἐπαφεὶς αὐτοῖς καὶ προπολεμούσαις χρώμενος. τοῦτον οὖν ὁδεύσας τὸν τρόπον οὐδὲ προμαθοῦσι παρῆν τοῖς Αἰθίοψι, καὶ συμβαλὼν αὐτοῖς κρατεῖ τῇ μάχῃ καὶ τῶν ἐλπίδων, ἃς εἶχον ἐπὶ τοὺς Αἰγυπτίους, ἀφαιρεῖται τάς τε πόλεις αὐτῶν ἐπῄει καταστρεφόμενος, καὶ φόνος πολὺς τῶν Αἰθιόπων ἐπράττετο. καὶ τῆς διὰ Μωυσῆν εὐπραγίας γευσάμενον τὸ τῶν Αἰγυπτίων στράτευμα πονεῖν οὐκ ἔκαμνεν, ὡς περὶ ἀνδραποδισμοῦ καὶ παντελοῦς ἀναστάσεως τὸν κίνδυνον εἶναι τοῖς Αἰθίοψι· καὶ τέλος συνελαθέντες εἰς Σαβὰν πόλιν βασίλειον οὖσαν τῆς Αἰθιοπίας, ἣν ὕστερον Καμβύσης Μερόην ἐπωνόμασεν ἀδελφῆς ἰδίας τοῦτο καλουμένης, ἐπολιορκοῦντο. ἦν δὲ δυσπολιόρκητον σφόδρα τὸ χωρίον τοῦ τε Νείλου περιέχοντος αὐτὴν καὶ κυκλουμένου ποταμῶν τε ἄλλων Ἀστάπου καὶ Ἀσταβόρα δύσμαχον τοῖς πειρωμένοις διαβαίνειν τὸ ῥεῦμα ποιούντων· ἡ γὰρ πόλις ἐντὸς οὖσα νῆσος οἰκεῖται τείχους τε αὐτῇ καρτεροῦ περιηγμένου καὶ πρὸς μὲν τοὺς πολεμίους πρόβλημα τοὺς ποταμοὺς ἔχουσα χώματά τε μεγάλα μεταξὺ τοῦ τείχους, ὥστε ἀνεπίκλυστον εἶναι βιαιότερον ὑπὸ πληθώρας φερομένων, ἅπερ καὶ τοῖς περαιωσαμένοις τοὺς ποταμοὺς ἄπορον ἐποίει τῆς πόλεως τὴν ἅλωσιν. φέροντι τοίνυν ἀηδῶς τῷ Μωυσεῖ τὴν τοῦ στρατεύματος ἀργίαν, εἰς χεῖρας γὰρ οὐκ ἐτόλμων ἀπαντᾶν οἱ πολέμιοι, συνέτυχέ τι τοιοῦτον.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
