# Jewish Antiquities 250-255

Flavius Josephus, Jewish Antiquities, 250 to 255. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/250

ἄδικον γὰρ τὸν τῇ γενέσει πρεσβύτερον, ὅτι τὰ τῆς μητρὸς αὐτῷ ἥττονα παρὰ τῇ διαθέσει τοῦ πατρός, τῶν ὀφειλομένων αὐτῷ στερεῖσθαι. ὁ κόρην ἄλλῳ κατηγγυημένην φθείρας, εἰ μὲν πείσας καὶ πρὸς τὴν φθορὰν συγκάταινον λαβών, ἀποθνησκέτω σὺν αὐτῇ· πονηροὶ γὰρ ὁμοίως ἑκάτεροι, ὁ μὲν τὸ αἴσχιστον πείσας ἑκουσίως ὑπομεῖναι καὶ προτιμῆσαι τοῦτο τοῦ ἐλευθέρου γάμου τὴν κόρην, ἡ δὲ παρασχεῖν ἑαυτὴν πεισθεῖσα διʼ ἡδονὴν ἢ διὰ κέρδος πρὸς τὴν ὕβριν· ἐὰν δέ που μόνῃ περιπεσὼν βιάσηται μηδενὸς βοηθοῦ παρόντος, μόνος ἀποθνησκέτω. ὁ φθείρας παρθένον μήπω κατηγγυημένην αὐτὸς γαμείτω· ἢν δὲ τῷ πατρὶ τῆς κόρης μὴ δόξῃ συνοικίζειν αὐτῷ, πεντήκοντα σίκλους τιμὴν τῆς ὕβρεως καταβαλλέτω. γυναικὸς δὲ τῆς συνοικούσης βουλόμενος διαζευχθῆναι καθʼ ἁσδηποτοῦν αἰτίας, πολλαὶ δʼ ἂν τοῖς ἀνθρώποις τοιαῦται γίγνοιντο, γράμμασι μὲν περὶ τοῦ μηδέποτε συνελθεῖν ἰσχυριζέσθω· λάβοι γὰρ ἂν οὕτως ἐξουσίαν συνοικεῖν ἑτέρῳ, πρότερον γὰρ οὐκ ἐφετέον· εἰ δὲ καὶ πρὸς ἐκεῖνον κακωθείη καὶ τελευτήσαντος αὐτοῦ θελήσειε γαμεῖν ὁ πρότερος, μὴ ἐξεῖναι αὐτῇ ἐπανιέναι. τὴν ἄτεκνον τἀνδρὸς αὐτῇ τετελευτηκότος ὁ ἀδελφὸς ἐκείνου γαμείτω καὶ τὸν παῖδα τὸν γενόμενον τῷ τοῦ τεθνεῶτος καλέσας ὀνόματι τρεφέτω τοῦ κλήρου διάδοχον· τοῦτο γὰρ καὶ τοῖς δημοσίοις λυσιτελήσει γιγνόμενον τῶν οἴκων οὐκ ἐκλειπόντων καὶ τῶν χρημάτων τοῖς συγγενέσι μενόντων, καὶ ταῖς γυναιξὶ κουφισμὸν οἴσει τῆς συμφορᾶς τοῖς ἔγγιστα τῶν προτέρων ἀνδρῶν συνοικούσαις. ἐὰν δὲ μὴ βούληται γαμεῖν ὁ ἀδελφός, ἐπὶ τὴν γερουσίαν ἐλθοῦσα ἡ γυνὴ μαρτυράσθω τοῦθʼ, ὅτι βουλομένην αὐτὴν ἐπὶ τοῦ οἴκου μένειν καὶ τεκνοῦν ἐξ αὐτοῦ μὴ προσδέχοιτο ὑβρίζων τὴν τοῦ τεθνηκότος ἀδελφοῦ μνήμην. ἐρομένης δὲ τῆς γερουσίας, διὰ ποίαν αἰτίαν ἀλλοτρίως ἔχοι πρὸς τὸν γάμον, ἄν τε μικρὰν ἄν τε μείζω λέγῃ, πρὸς ταῦτα ῥεπέτω·

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
