# Jewish Antiquities 252-3-258

Flavius Josephus, Jewish Antiquities, 252 to 258. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/252-3

πυνθάνομαι τοιγαροῦν, εἰ μείζονας τούτων δωρεὰς καὶ πλείονας παρὰ τοῦ Ἰεσσαίου παιδὸς προσδοκᾶτε· οἶδα γὰρ ὅτι πάντες ἐκείνῳ προστέθεισθε τοὐμοῦ παιδὸς Ἰωνάθου αὐτοῦ τε οὕτως φρονήσαντος καὶ ὑμᾶς ταῦτα πείσαντος· οὐ γὰρ ἀγνοῶ τοὺς ὅρκους καὶ τὰς συνθήκας τὰς πρὸς Δαυίδην αὐτῷ γεγενημένας, οὐδʼ ὅτι σύμβουλος μὲν καὶ συνεργὸς Ἰωνάθης ἐστὶ τῶν κατʼ ἐμοῦ συντεταγμένων, μέλει δὲ ὑμῶν οὐδενὶ περὶ τούτων, ἀλλὰ τὸ ἀποβησόμενον ἡσυχάζοντες σκοπεῖτε. σιωπήσαντος δὲ τοῦ βασιλέως ἄλλος μὲν οὐδεὶς ἀπεκρίνατο τῶν παρόντων, Δώηγος δʼ ὁ Σύρος ὁ τὰς ἡμιόνους αὐτοῦ βόσκων εἶπεν, ὡς ἴδοι τὸν Δαυίδην εἰς Ναβὰν πόλιν πρὸς Ἀβιμέλεχον ἐλθόντα τὸν ἀρχιερέα τά τε μέλλοντα παρʼ αὐτοῦ προφητεύσαντος μαθεῖν καὶ λαβόντα ἐφόδια καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθου πρὸς οὓς ἐβούλετο μετὰ ἀσφαλείας προπεμφθῆναι. Μεταπεμψάμενος οὖν τὸν ἀρχιερέα καὶ πᾶσαν αὐτοῦ τὴν γενεὰν Σαοῦλος τί παθὼν ἐξ ἐμοῦ, εἶπε, δεινὸν καὶ ἄχαρι τὸν Ἰεσσαίου παῖδα προσεδέξω καὶ σιτίων μὲν αὐτῷ μετέδωκας καὶ ὅπλων ὄντι τῆς ἐμῆς βασιλείας ἐπιβούλῳ, τί δὲ δὴ περὶ τῶν μελλόντων ἐχρημάτιζες; οὐ γὰρ δή σε φεύγων ἐμὲ καὶ μισῶν τὸν ἐμὸν οἶκον ἐλάνθανεν. ὁ δʼ ἀρχιερεὺς οὐκ ἐπʼ ἄρνησιν ἐτράπη τῶν γεγονότων, ἀλλὰ μετὰ παρρησίας ταῦτα παρασχεῖν ὡμολόγει οὐχὶ Δαυίδῃ χαριζόμενος, ἀλλʼ αὐτῷ· πολέμιον γὰρ σὸν οὐκ εἰδέναι ἔφασκε, πιστὸν δὲ ἐν τοῖς μάλιστα δοῦλον καὶ χιλίαρχον καὶ τὸ τούτων μεῖζον γαμβρόν τε ἤδη καὶ συγγενῆ. ταῦτα δʼ οὐκ ἐχθροῖς παρέχειν τοὺς ἀνθρώπους, ἀλλὰ τοῖς εὐνοίᾳ καὶ τιμῇ τῇ πρὸς αὐτοὺς ἀρίστοις. προφητεῦσαι δὲ οὐ νῦν πρῶτον αὐτῷ, πολλάκις δὲ καὶ ἄλλοτε τοῦτο πεποιηκέναι· φήσαντι δὲ ὑπὸ σοῦ πεμφθῆναι κατὰ πολλὴν σπουδὴν ἐπὶ πρᾶξιν τῷ μηδὲν παρασχεῖν ὧν ἐπεζήτει σοὶ μᾶλλον ἀντιλέγειν ἢ ἐκείνῳ περὶ αὐτῶν ἐλογιζόμην. διὸ μηδὲν πονηρὸν κατʼ ἐμοῦ φρονήσῃς μηδὲ πρὸς ἃ νῦν ἀκούεις Δαυίδην ἐγχειρεῖν πρὸς ταῦτα τὴν τότε μου δοκοῦσαν φιλανθρωπίαν ὑποπτεύσῃς· φίλῳ γὰρ καὶ γαμβρῷ σῷ καὶ χιλιάρχῳ παρέσχον, οὐ πολεμίῳ.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
