# Jewish Antiquities 256-6-263

Flavius Josephus, Jewish Antiquities, 256 to 263. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/256-6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/256-6
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:256-6-263

καὶ τοῦτο μέτριον οὐκ ἦν. ἀλλʼ οἱ δυστυχεῖς Ἰουδαῖοι μὴ δυνάμενοι τὰς ὑπὸ τῶν λῃστῶν γινομένας πορθήσεις ὑπομένειν ἠναγκάζοντο τῶν ἰδίων ἠθῶν ἐξανιστάμενοι φεύγειν ἅπαντες, ὡς κρεῖττον ὁπουδήποτε παρὰ τοῖς ἀλλοφύλοις κατοικήσοντες. καὶ τί δεῖ πλείω λέγειν; τὸν γὰρ πρὸς Ῥωμαίους πόλεμον ὁ καταναγκάσας ἡμᾶς ἄρασθαι Φλῶρος ἦν κρεῖττον ἡγουμένους ἀθρόως ἢ κατʼ ὀλίγον ἀπολέσθαι. καὶ δὴ τὴν ἀρχὴν ἔλαβεν ὁ πόλεμος δευτέρῳ μὲν ἔτει τῆς ἐπιτροπῆς Φλώρου, δωδεκάτῳ δὲ τῆς Νέρωνος ἀρχῆς. ἀλλʼ ὅσα μὲν δρᾶν ἠναγκάσθημεν ἢ παθεῖν ὑπεμείναμεν, ἀκριβῶς γνῶναι πάρεστιν τοῖς βουλομένοις ἐντυχεῖν ταῖς ὑπʼ ἐμοῦ περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις γεγραμμέναις. Παύσεται δʼ ἐνταῦθά μοι τὰ τῆς ἀρχαιολογίας μεθʼ ἣν καὶ τὸν πόλεμον ἠρξάμην γράφειν. περιέχει δʼ αὕτη τὴν ἀπὸ πρώτης γενέσεως ἀνθρώπου παράδοσιν μέχρι ἔτους δωδεκάτου τῆς Νέρωνος ἡγεμονίας τῶν ἡμῖν συμβεβηκότων τοῖς Ἰουδαίοις κατά τε τὴν Αἴγυπτον καὶ Συρίαν καὶ Παλαιστίνην, ὅσα τε πεπόνθαμεν ὑπὸ Ἀσσυρίων τε καὶ Βαβυλωνίων, τίνα τε Πέρσαι καὶ Μακεδόνες διατεθείκασιν ἡμᾶς, καὶ μετʼ ἐκείνους Ῥωμαῖοι· πάντα γὰρ οἶμαι μετʼ ἀκριβείας συντεταχέναι. τηρῆσαι δὲ πεπείραμαι καὶ τὴν τῶν ἀρχιερέων ἀναγραφὴν τῶν ἐν δισχιλίοις ἔτεσι γενομένων. ἀπλανῆ δὲ πεποίημαι καὶ τὴν περὶ τοὺς βασιλεῖς διαδοχὴν τὰς πράξεις αὐτῶν καὶ τὰς πολιτείας ἀπαγγέλλων μοναρχῶν τε δυναστείας, ὡς αἱ ἱεραὶ βίβλοι περὶ πάντων ἔχουσι τὴν ἀναγραφήν· τοῦτο γὰρ ποιήσειν ἐν ἀρχῇ τῆς ἱστορίας ἐπηγγειλάμην. λέγω δὴ θαρσήσας ἤδη διὰ τὴν τῶν προτεθέντων συντέλειαν, ὅτι μηδεὶς ἂν ἕτερος ἠδυνήθη θελήσας μήτε Ἰουδαῖος μήτε ἀλλόφυλος τὴν πραγματείαν ταύτην οὕτως ἀκριβῶς εἰς Ἕλληνας ἐξενεγκεῖν· ἔχω γὰρ ὁμολογούμενον παρὰ τῶν ὁμοεθνῶν πλεῖστον αὐτῶν κατὰ τὴν ἐπιχώριον παιδείαν διαφέρειν καὶ τῶν Ἑλληνικῶν δὲ γραμμάτων ἐσπούδασα μετασχεῖν τὴν γραμματικὴν ἐμπειρίαν ἀναλαβών, τὴν δὲ περὶ τὴν προφορὰν ἀκρίβειαν πάτριος ἐκώλυσεν συνήθεια.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
