# Jewish Antiquities 267-2-272

Flavius Josephus, Jewish Antiquities, 267 to 272. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/267-2

πολλοὶ μέντοι τῆς Μανασσίτιδος φυλῆς καὶ Ζαβούλου καὶ Ἰσσαχάρου πεισθέντες οἷς οἱ προφῆται παρῄνεσαν εἰς εὐσέβειαν μετεβάλοντο. καὶ οὗτοι πάντες εἰς Ἱεροσόλυμα πρὸς Ἐζεκίαν συνέδραμον, ὅπως τῷ θεῷ προσκυνήσωσιν. Ἀφικομένων δὲ τούτων ὁ βασιλεὺς Ἐζεκίας ἀναβὰς εἰς τὸ ἱερὸν μετὰ τῶν ἡγεμόνων καὶ τοῦ λαοῦ παντὸς ἔθυσεν ὑπὲρ αὑτοῦ ταύρους ἑπτὰ καὶ κριοὺς τοσούτους καὶ ἄρνας ἑπτὰ καὶ ἐρίφους τοσούτους. ἐπιθέντες δὲ τὰς χεῖρας ταῖς κεφαλαῖς τῶν ἱερείων αὐτός τε ὁ βασιλεὺς καὶ οἱ ἡγεμόνες τοῖς ἱερεῦσι καλλιερεῖν ἐφῆκαν. καὶ οἱ μὲν ἔθυόν τε καὶ ὡλοκαύτουν, οἱ δὲ Λευῖται περιεστῶτες ἐν κύκλῳ μετὰ τῶν μουσικῶν ὀργάνων ᾖδον ὕμνους εἰς τὸν θεὸν καὶ ἔψαλλον ὡς ἐδιδάχθησαν ὑπὸ Δαυίδου, οἱ δὲ λοιποὶ ἱερεῖς βυκάνας ἔχοντες ἐπεσάλπιζον τοῖς ὑμνῳδοῦσι. τούτων δὲ γινομένων ἐπὶ πρόσωπον ῥίψαντες αὑτοὺς ὅ τε βασιλεὺς καὶ τὸ πλῆθος προσεκύνουν τὸν θεόν. ἔπειτα θύει μὲν βοῦς ἑβδομήκοντα κριοὺς ἑκατὸν ἄρνας διακοσίους, τῷ πλήθει δὲ πρὸς εὐωχίαν ἐχαρίσατο βοῦς μὲν ἑξακοσίους τὰ δὲ λοιπὰ θρέμματα τρισχίλια· καὶ πάντα μὲν οἱ ἱερεῖς ἀκολούθως ἐποίησαν τῷ νόμῳ. τούτοις δʼ ὁ βασιλεὺς ἡδόμενος εὐωχεῖτο μετὰ τοῦ λαοῦ τῷ θεῷ χάριν ἔχειν ὁμολογῶν. ἐνστάσης δὲ τῆς τῶν ἀζύμων ἑορτῆς θύσαντες τὴν λεγομένην φάσκα τὰς ἄλλας τὸ λοιπὸν θυσίας ἐπετέλουν ἐπὶ ἡμέρας ἑπτά. τῷ δὲ πλήθει πάρεξ ὧν ἐκαλλιέρησαν αὐτοὶ ταύρους μὲν δισχιλίους θρέμματα δὲ ἑπτακισχίλια ὁ βασιλεὺς ἐχαρίσατο. τὸ δʼ αὐτὸ καὶ οἱ ἡγεμόνες ἐποίησαν· χιλίους μὲν γὰρ ταύρους ἔδοσαν αὐτοῖς θρέμματα δὲ χίλια καὶ τεσσαράκοντα. καὶ τοῦτον τὸν τρόπον ἀπὸ Σολόμωνος τοῦ βασιλέως οὐκ ἀχθεῖσα ἡ ἑορτὴ τότε πρῶτον λαμπρῶς καὶ φιλοτίμως ἐπετελέσθη. ὡς δὲ τὰ περὶ τὴν ἑορτὴν αὐτοῖς πέρας εἶχεν, ἐξελθόντες εἰς τὴν χώραν ἥγνισαν αὐτήν·

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
