# Jewish Antiquities 271-3-275

Flavius Josephus, Jewish Antiquities, 271 to 275. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/271-3

ταῦτʼ εἰπόντος οὔτε τὸν Μεμφίβοσθον ἔγνω κολάζειν οὔθʼ ὡς καταψευσαμένου τοῦ Σιβᾶ πρὸς αὐτὸν καταδικάζειν, ἀλλʼ ὑπὲρ μὲν τοῦ Σιβᾶ ἐλθεῖν ἐκείνῳ πάντα χαρίσασθαι φήσας αὐτῷ συγγινώσκειν ὑπέσχετο τὰ ἡμίση τῆς οὐσίας αὐτῷ κελεύσας ἀποδοθῆναι. ὁ δὲ Μεμφίβοσθος πάντʼ ἐχέτω μέν, εἶπε, Σιβάς, ἐμοὶ δʼ ἀπόχρη τὸ σὲ τὴν βασιλείαν ἀπολαβεῖν. Βεέρζελον δὲ τὸν Γαλαδίτην ἄνδρα μέγαν καὶ καλὸν καὶ πολλὰ παρεσχημένον ἐν ταῖς Παρεμβολαῖς αὐτῷ Δαυίδης προπέμψαντα μέχρι τοῦ Ἰορδάνου παρεκάλει συνελθεῖν ἕως τῶν Ἱεροσολύμων· γηρωκομήσειν γὰρ αὐτὸν ἐν πάσῃ τιμῇ καὶ ὡς πατρὸς ἐπιμεληθήσεσθαι καὶ προνοήσειν ἐπηγγέλλετο. ὁ δὲ πόθῳ τῶν οἴκοι παρῃτεῖτο τὴν μετʼ αὐτοῦ διατριβήν· καὶ τὸ γῆρας λέγων τοιοῦτον αὐτῷ τυγχάνειν, ὥστε μὴ ἀπολαύειν τῶν ἡδέων εἰς ὀγδοήκοντα ἔτη προβεβηκότος, ἀλλʼ ὥστε καταλύσεως ἤδη καὶ ταφῆς προνοεῖν, ἐπὶ ταύτην ἠξίου βουλόμενον αὐτῷ χαρίζεσθαι τὰ κατʼ ἐπιθυμίαν αὐτὸν ἀπολῦσαι· οὔτε γὰρ τροφῆς οὔτε ποτοῦ συνιέναι διὰ τὸν χρόνον, ἀποκεκλεῖσθαι δʼ αὐτῷ καὶ τὰς ἀκοὰς ἤδη πρὸς αὐλῶν ἤχους καὶ μέλη τῶν ἄλλων ὀργάνων, ὅσα παρὰ βασιλεῦσι τέρπει τοὺς συνδιαιτωμένους. οὕτως δὲ λιπαρῶς δεομένου, σὲ μέν, εἶπεν, ἀπολύω, τὸν δʼ υἱὸν Ἀχίμανον ἄφες μοι· πάντων γὰρ αὐτῷ μεταδώσω τῶν ἀγαθῶν. καὶ Βεέρζελος μὲν καταλιπὼν τὸν υἱὸν καὶ προσκυνήσας τὸν βασιλέα καὶ πάντων ἐπευξάμενος αὐτῷ τέλος ὧν ἔχει κατὰ ψυχὴν οἴκαδʼ ὑπέστρεψε. παραγίνεται δʼ εἰς Γάλγαλα Δαυίδης τοῦ λαοῦ παντὸς ἤδη τὸ ἥμισυ περὶ αὑτὸν ἔχων καὶ τὴν Ἰούδα φυλήν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
