# Jewish Antiquities 271-6-277

Flavius Josephus, Jewish Antiquities, 271 to 277. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/271-6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/271-6
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:271-6-277

Ἰούδας δὲ ἦν Ἐζεκίου τοῦ ἀρχιλῃστοῦ υἱὸς ἐπὶ μέγα δυνηθέντος ὑφʼ Ἡρώδου δὲ μεγάλοις ληφθέντος πόνοις. οὗτος οὖν ὁ Ἰούδας περὶ Σέπφωριν τῆς Γαλιλαίας συστησάμενος πλῆθος ἀνδρῶν ἀπονενοημένων ἐπιδρομὴν τῷ βασιλείῳ ποιεῖται καὶ ὅπλων κρατήσας ὁπόσα αὐτόθι ἀπέκειτο ὥπλιζε τοὺς περὶ αὐτὸν καὶ ἀποφέρεται χρήματα ὁπόσα κατελήφθη αὐτόθι, φοβερός τε ἅπασιν ἦν ἄγων καὶ φέρων τοὺς προστυγχάνοντας ἐπιθυμίᾳ μειζόνων πραγμάτων καὶ ζηλώσει βασιλείου τιμῆς, οὐκ ἀρετῆς ἐμπειρίᾳ τοῦ δὲ ὑβρίζειν περιουσίᾳ κτήσεσθαι προσδοκῶν τὸ ἐντεῦθεν γέρας. Ἦν δὲ καὶ Σίμων δοῦλος μὲν Ἡρώδου τοῦ βασιλέως, ἄλλως δὲ ἀνὴρ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος ἐπὶ μέγα προύχων τε καὶ πεπιστευμένος. οὗτος ἀρθεὶς τῇ ἀκρισίᾳ τῶν πραγμάτων διάδημά τε ἐτόλμησε περιθέσθαι, καί τινος πλήθους συστάντος καὶ αὐτὸς βασιλεὺς ἀναγγελθεὶς μανίᾳ τῇ ἐκείνων καὶ εἶναι ἄξιος ἐλπίσας παρʼ ὁντινοῦν τό τε ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησιν διʼ ἁρπαγῆς ἄγων τὰ ἐγκατειλημμένα, πολλάς τε καὶ ἄλλας τῶν βασιλικῶν οἰκήσεων πολλαχοῦ τῆς χώρας πῦρ ἐνιεὶς ἠφάνιζεν, τοῖς συνεστηκόσιν λείαν ἄγειν τὰ ἐγκαταλελειμμένα ἐπιτρέπων. ἐπέπρακτο δʼ ἄν τι μεῖζον ὑπʼ αὐτοῦ μὴ ταχείας ἐπιστροφῆς γενομένης· ὁ γὰρ Γρᾶτος ὁ τῶν βασιλικῶν στρατιωτῶν Ῥωμαίοις προστεθειμένος μεθʼ ἧς εἶχεν δυνάμεως ὑπαντιάζει τὸν Σίμωνα, καὶ μάχης αὐτοῖς μεγάλης ἐπὶ πολὺ γενομένης τό τε πολὺ τῶν Περαίων ἀσύντακτοι ὄντες καὶ τόλμῃ μᾶλλον ἢ ἐπιστήμῃ μαχόμενοι ἐφθάρησαν, καὶ αὐτοῦ Σίμωνος διά τινος φάραγγος σώζοντος αὑτὸν Γρᾶτος ἐντυχὼν τὴν κεφαλὴν ἀποτέμνει. κατεπρήσθη δὲ καὶ τὰ ἐπʼ Ἰορδάνῃ ποταμῷ ἐν Ἀμμάθοις βασίλεια ὑπό τινων συστάντων ἀνδρῶν Σίμωνι παραπλησίων. οὕτως πολλὴ ἀφροσύνη ἐνεπολίτευσε τῷ ἔθνει διὰ τὸ βασιλέα μὲν οἰκεῖον οὐκ εἶναι τὸν καθέξοντα τὸ πλῆθος ἀρετῇ, τοὺς δʼ ἀλλοφύλους ἐπελθόντας σωφρονιστὰς τοῦ μὴ στασιάσοντος τῶν ἀνθρώπων ὑπέκκαυμα αὐτῶν διά τε τοῦ ὑβρίζειν καὶ πλεονεκτεῖν γενέσθαι.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
