# Jewish Antiquities 276-2

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ ἑβδόμῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/276-2

Ἀφικνοῦνται δʼ εἰς Γάλγαλα πρὸς αὐτὸν οἱ πάσης φυλῆς πρῶτοι μετὰ πολλοῦ πλήθους καὶ τὴν Ἰούδα φυλὴν κατεμέμφοντο λάθρα πρὸς αὐτὸν ἐλθοῦσαν, ὡς δεῖν ὁμοῦ πάντας μιᾷ γνώμῃ ποιεῖσθαι τὴν ἀπάντησιν. οἱ δʼ ἄρχοντες τῆς Ἰούδα φυλῆς μὴ δυσχεραίνειν αὐτοὺς ἠξίουν προληφθέντας· καὶ γὰρ συγγενεῖς ὄντες αὐτοῦ καὶ διὰ τοῦτο μᾶλλον προνοούμενοι καὶ στέργοντες φθάσαι, οὐ μέντοι γε διὰ τὸ προελθεῖν δῶρα λαβεῖν αὐτούς, ἵνʼ ἔχωσιν ἐπὶ τούτῳ δυσφορεῖν ὕστεροι πρὸς αὐτὸν ἐλθόντες.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
