# Jewish Antiquities 278-7-281

Flavius Josephus, Jewish Antiquities, 278 to 281. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/278-7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/278-7
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:278-7-281

Ἐπεὶ καὶ Ἀθρόγγης ἀνὴρ οὔτε προγόνων ἐπιφανὴς ἀξιώματι οὔτε ἀρετῆς περιουσίᾳ ἤ τινων πλήθει χρημάτων, ποιμὴν δὲ καὶ ἀνεπιφανὴς τοῖς πᾶσιν εἰς τὰ πάντα ὤν, ἄλλως δὲ μεγέθει σώματος καὶ τῇ κατὰ χεῖρας ἀλκῇ διαπρέπων, ἐτόλμησεν ἐπὶ βασιλείᾳ φρονῆσαι τῷ κτώμενόν τε αὐτὴν ἡδονῆς πλέον ὑβρίσαι καὶ θνήσκων οὐκ ἐν μεγάλοις τίθεσθαι τῆς ψυχῆς τὸ ἐπὶ τοιοῖσδε ἀνάλωμα γενησόμενον. ἦσαν δὲ αὐτῷ καὶ ἀδελφοὶ τέσσαρες μεγάλοι τε καὶ αὐτοὶ καὶ ἐπὶ μέγα προύχειν τῇ κατὰ χεῖρας ἀρετῇ πεπιστευμένοι, πρόεχμα εἶναι τῆς καθέξεως τῆς βασιλείας δοκοῦντες, λόχου τε αὐτῶν ἦρχεν ἕκαστος· συλλέγεται γὰρ μεγάλη πληθὺς πρὸς αὐτούς. καὶ οἵδε μὲν στρατηγοὶ ἦσαν καὶ ὑπεστράτευον αὐτῷ ὁπόσα εἰς τὰς μάχας φοιτῶντες διʼ αὐτῶν, ὁ δὲ διάδημα περιθέμενος βουλευτήριόν τε ἦγεν ἐπὶ τοῖς ποιητέοις καὶ τὰ πάντα γνώμῃ ἀνακείμενα εἶχεν τῇ αὐτοῦ. διέμενέ τε ἐπὶ πολὺ τῷδε τῷ ἀνδρὶ ἡ ἰσχὺς βασιλεῖ τε κεκλημένῳ καὶ ἃ πράσσειν ἐθέλοι μὴ ἀποστερουμένῳ, φόνῳ τε καὶ αὐτὸς καὶ οἱ ἀδελφοὶ ἦσαν ἐπὶ μέγα προσκείμενοι Ῥωμαίων τε καὶ βασιλικῶν μίσει πολιτεύοντες ὁμοίως πρὸς ἀμφοτέρους, τοῦτο μὲν ὕβρει ᾗ χρήσαιντο ἐπὶ τῆς Ἡρώδου ἀρχῆς, Ῥωμαίους δὲ ὧν τὸ παρὸν ἔδοξαν ἀδικεῖν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
