# Jewish Antiquities 283-3-289

Flavius Josephus, Jewish Antiquities, 283 to 289. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/283-3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/283-3
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:283-3-289

ἦν δʼ αὐτοῖς διʼ ἀναξιοπάθειαν ὧν ἤκουεν καὶ τῶν διεφθορότων τις τοὺς ὀφθαλμοὺς συνομωμοσμένος, οὐχ ὡς ἐνεργῆσαί τι καὶ δρᾶν εἰς τὴν ἐπιχείρησιν ἱκανός, ἀλλʼ ἐν ἑτοίμῳ κατατιθεὶς αὑτὸν παθεῖν εἴ τι κἀκείνοις συμβαίνοι δυσχερές, ὥστε μὴ μετρίαν τὴν ὁρμὴν τοῖς ἐπιχειροῦσι διʼ αὐτὸν γενέσθαι, ταῦτα γνόντες ἀπὸ συνθήματος εἰς τὸ θέατρον ἐχώρουν, ἐλπίσαντες μὲν οὐδʼ αὐτὸν Ἡρώδην διαφευξεῖσθαι προσπεσόντων ἐξ ἀφανοῦς, πολλοὺς δʼ, εἰ καὶ μὴ τυγχάνοιεν ἐκείνου, τῶν περὶ αὐτὸν ἀναιρήσειν οἰόμενοι· καὶ ταῦτʼ αὐτοῖς ἀρκέσειν, εἰ καὶ θνήσκοιεν, εἰς ἔννοιαν ὧν ὁ βασιλεὺς ἐξυβρίζειν ἐδόκει τὸ πλῆθος καὶ αὐτὸν ἐκεῖνον ἀγαγεῖν. ἐκεῖνοι μὲν οὖν προκαταστάντες ἐπὶ τοιαύτης ἦσαν προθυμίας· εἷς δὲ τῶν ὑφʼ Ἡρώδου πολυπραγμονεῖν καὶ διαγγέλλειν τὰ τοιαῦτα τεταγμένων ἐξευρηκὼς ὅλην τὴν ἐπίθεσιν εἰς τὸ θέατρον εἰσιέναι μέλλοντι τῷ βασιλεῖ κατεμήνυσεν. ὁ δʼ, οὐ γὰρ ἀνοίκειον ᾠήθη τὸν λόγον εἴς τε τὸ μῖσος ἀφορῶν, ὃ συνῄδει παρὰ τῶν πλειόνων αὐτῷ, καὶ τὰς ταραχὰς τὰς ἐπὶ τοῖς καθʼ ἕκαστα γινομένοις παρυφισταμένας, ἀναχωρήσας εἰς τὸ βασίλειον ὀνομαστὶ τοὺς ἐν ταῖς αἰτίαις ἐκάλει. προσπιπτόντων δʼ αὐτοῖς τῶν ὑπηρετῶν αὐτόφωροι λαμβανόμενοι τὸ μὲν ὡς οὐκ ἂν διαφύγοιεν ᾔδεσαν, ἐπεκόσμησαν δὲ τὴν ἀναγκαίαν καταστροφὴν τοῦ τέλους τῷ μηδὲν ὑφιέναι τοῦ φρονήματος· οὐ γὰρ ἐντραπέντες οὐδʼ ἀρνησάμενοι τὴν πρᾶξιν ἀνέδειξαν μὲν ἤδη κρατούμενα τὰ ξίφη, διωμολογήσαντο δὲ καλῶς καὶ σὺν εὐσεβείᾳ τὴν συνωμοσίαν αὐτοῖς γενέσθαι, κέρδους μὲν οὐδενὸς οὐδʼ οἰκείων ἕνεκεν παθῶν, τὸ δὲ πλέον ὑπὲρ τῶν κοινῶν ἐθῶν, ἃ καὶ πᾶσιν ἢ φυλάττειν ἢ θνήσκειν πρὸ αὐτῶν ἄξιον. τοιαῦτα μὲν ἐκεῖνοι τῇ προαιρέσει τῆς ἐπιβουλῆς ἐμπαρρησιασάμενοι περιστάντων αὐτοῖς τῶν βασιλικῶν ἤγοντο καὶ πᾶσαν αἰκίαν ὑπομείναντες διεφθάρησαν. μετʼ οὐ πολὺ δὲ καὶ τὸν ταῦτα μηνύσαντα κατὰ μῖσος ἁρπασάμενοί τινες οὐκ ἀπέκτειναν μόνον, ἀλλὰ καὶ μελιστὶ διελόντες προύθεσαν κυσίν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
