# Jewish Antiquities 285-6-290

Flavius Josephus, Jewish Antiquities, 285 to 290. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/285-6

διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ τὸν Ἀβενῆρον ἐφόνευσεν. ἀλλʼ ἐκεῖνο μὲν αὐτοῦ τὸ παρανόμημα πρόφασις εὐπρεπὴς συγγνωστὸν ἐδόκει ποιεῖν, ὁ ἀδελφὸς Ἀσάηλος ἐκδεδικῆσθαι νομιζόμενος, τοῦ δʼ Ἀμασᾶ φόνου οὐδὲν τοιοῦτον ἔσχε παρακάλυμμα. ἀποκτείνας δὲ τὸν συστράτηγον ἐδίωκε τὸν Σαβαῖον καταλιπὼν ἕνα πρὸς τῷ νεκρῷ βοᾶν ἐντειλάμενος πρὸς τὴν στρατιάν, ὅτι τέθνηκεν Ἀμασᾶς δικαίως καὶ μετʼ αἰτίας κολαζούσης· εἰ δὲ φρονεῖτε τὰ τοῦ βασιλέως, ἕπεσθε τῷ στρατηγῷ αὐτοῦ Ἰωάβῳ καὶ Ἀβεσσαίῳ τῷ τούτου ἀδελφῷ. κειμένου δὲ τοῦ σώματος ἐπὶ τῆς ὁδοῦ καὶ παντὸς τοῦ πλήθους ἐπʼ αὐτῷ συρρέοντος καὶ οἷον ὄχλος φιλεῖ ἐθαύμαζον ἠλέουν προϊστάμενοι· βαστάσας δʼ ἐκεῖθεν ὁ φύλαξ καὶ κομίσας εἴς τι χωρίον ἀπωτάτω τῆς ὁδοῦ τίθησιν αὐτόθι καὶ καλύπτει ἱματίῳ. τούτου γενομένου πᾶς ὁ λαὸς ἠκολούθησε τῷ Ἰωάβῳ. διώξαντι δʼ αὐτῷ διὰ πάσης τῆς Ἰσραηλιτῶν χώρας τὸν Σαβαῖον δηλοῖ τις ἐν ὀχυρᾷ πόλει τυγχάνειν Ἀβελωχέᾳ λεγομένῃ. παραγενόμενος δʼ ἐκεῖ καὶ τῇ στρατιᾷ περικαθίσας τὴν πόλιν καὶ χαράκωμα περὶ αὐτὴν πηξάμενος ὑπορύσσειν ἐκέλευσε τοῖς στρατιώταις τὰ τείχη καὶ καταβάλλειν αὐτά· μὴ δεξαμένων γὰρ αὐτὸν τῶν ἐν τῇ πόλει χαλεπῶς πρὸς αὐτοὺς διετέθη. Γύναιον δέ τι σῶφρον καὶ συνετὸν ἐν ἐσχάτοις ἤδη τὴν πατρίδα κειμένην θεασάμενον ἀναβὰν ἐπὶ τὸ τεῖχος προσκαλεῖται διὰ τῶν ὁπλιτῶν τὸν Ἰώαβον. προσελθόντος δʼ ἤρξατο λέγειν, ὡς ὁ θεὸς τοὺς βασιλεῖς καὶ τοὺς στρατηγοὺς ἀποδείξειεν, ἵνα τοὺς πολεμίους τοὺς Ἑβραίων ἐξαιρῶσι καὶ παρέχωσιν αὐτοῖς εἰρήνην ἀπʼ αὐτῶν· σὺ δὲ σπουδάζεις μητρόπολιν Ἰσραηλιτῶν καταβαλεῖν καὶ πορθῆσαι μηδὲν ἐξαμαρτοῦσαν. ὁ δὲ ἵλεων μὲν εὔχεται τὸν θεὸν αὐτῷ διαμένειν, αὐτὸς δʼ οὕτως ἔχειν εἶπεν, ὡς μηδένα τοῦ λαοῦ φονεῦσαι, οὐχ ὅτι πόλιν ἐξελεῖν βούλεσθαι τηλικαύτην· λαβὼν μέντοι παρʼ αὐτῶν τὸν ἀντάραντα τῷ βασιλεῖ πρὸς τιμωρίαν Σαβαῖον υἱὸν δὲ Βοχορίου παύσεσθαι τῆς πολιορκίας καὶ τὴν στρατιὰν ἀπάξειν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
