# Jewish Antiquities 291-2-292

Flavius Josephus, Jewish Antiquities, 291 to 292. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/291-2

καὶ παραγενόμενος πρὸς τὸν βασιλέα ἔπειθεν αὐτὸν ἀπολύειν τοὺς Ἑβραίους ἐπὶ τὸ Σιναῖον ὄρος ἐκεῖ θύσοντας τῷ θεῷ, τοῦτο γὰρ αὐτὸν κεκελευκέναι, καὶ μηδὲν ἀντιπράττειν οἷς ἐκεῖνος βούλεται, τὴν δʼ εὐμένειαν αὐτοῦ περὶ παντὸς ποιούμενον συγχωρεῖν αὐτοῖς τὴν ἔξοδον, μὴ καὶ λάθῃ τούτων κωλυτὴς γενόμενος αὑτὸν αἰτιάσασθαι πάσχων ὅσα παθεῖν εἰκὸς τὸν ἀντιπράττοντα θεοῦ προστάγμασι· τοῖς γὰρ χόλον ἐπʼ αὐτοὺς κινήσασι θεῖον ἐξ ἁπάντων φύεσθαι τὰ δεινὰ, καὶ οὔτε γῆ τούτοις οὔτε ἀὴρ φίλος οὔτε γοναὶ τέκνων κατὰ φύσιν, ἀλλʼ ἐχθρὰ πάντα καὶ πολέμια. πειραθήσεσθαί τε τούτων Αἰγυπτίους ἔφασκε μετὰ καὶ τοῦ τὸν Ἑβραίων λαὸν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν ἀκόντων ἐκείνων.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
