# Jewish Antiquities 299-3-304

Flavius Josephus, Jewish Antiquities, 299 to 304. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/299-3

οὗτος ἦν μὲν καὶ ἀπόγονος τῶν Γιγάντων, ἔχων δὲ καὶ ξυστόν, οὗ τὴν λαβὴν συνέλκειν σταθμὸν σίκλους τριακοσίους, καὶ θώρακα ἁλυσιδωτὸν καὶ ῥομφαίαν ὥρμησεν ἐπιστραφεὶς ὡς ἀποκτενῶν τὸν τῶν πολεμίων βασιλέα· παρεῖτο γὰρ ὑπὸ τοῦ κόπου. ἐπιφανεὶς δʼ ἐξαίφνης Ἀβεσσαῖος ὁ Ἰωάβου ἀδελφὸς τὸν βασιλέα μὲν ὑπερήσπισε περιβὰς κείμενον, ἀπέκτεινε δὲ τὸν πολέμιον. ἤνεγκε δʼ ἐπὶ τῷ παρʼ ὀλίγον κινδυνεῦσαι τὸν βασιλέα χαλεπῶς τὸ πλῆθος· καὶ οἱ ἡγεμόνες ὥρκωσαν αὐτὸν μηκέτι εἰς μάχην ἀπαντῆσαι σὺν αὐτοῖς, μὴ διʼ ἀνδρείαν καὶ προθυμίαν παθών τι τῶν δεινῶν στερήσῃ τὸν λαὸν τῶν διʼ αὐτὸν ἀγαθῶν, ὅσα τε ἤδη παρέσχηκε καὶ ὅσων ἔτι μεθέξουσι πολὺν βιώσαντος χρόνον. Συνελθόντων δὲ τῶν Παλαιστίνων εἰς Γάζαρα πόλιν ἀκούσας ὁ βασιλεὺς ἔπεμψεν ἐπʼ αὐτοὺς στρατιάν. ἠρίστευσε δὲ τότε καὶ σφόδρʼ ηὐδοκίμησε Σαβρήχης ὁ Χετταῖος εἷς τῶν περὶ Δαυίδην ἀνδρειοτάτων· ἀπέκτεινε γὰρ πολλοὺς τῶν αὐχούντων προγόνους τοὺς Γίγαντας καὶ μέγα ἐπʼ ἀνδρείᾳ φρονούντων, αἴτιός τε τῆς νίκης τοῖς Ἑβραίοις ἐγένετο. καὶ μετʼ ἐκείνην τὴν ἧτταν πάλιν ἐπολέμησαν οἱ Παλαιστῖνοι· καὶ στρατιὰν ἐπʼ αὐτοὺς Δαυίδου πέμψαντος ἠρίστευσεν Ἐφὰν ὁ συγγενὴς αὐτοῦ· μονομαχήσας γὰρ τῷ πάντων ἀνδρειοτάτῳ Παλαιστίνων ἀπέκτεινεν αὐτὸν καὶ τοὺς ἄλλους εἰς φυγὴν ἔτρεψε, πολλοί τε αὐτῶν ἀπέθανον μαχόμενοι. διαλιπόντες δʼ ὀλίγον χρόνον ἐστρατοπεδεύσαντο πρὸς τῇ πόλει τῶν ὅρων τῆς Ἑβραίων χώρας οὐκ ἄπωθεν. ἦν δʼ αὐτοῖς ἀνὴρ τὸ μὲν ὕψος ἓξ πηχῶν, δακτύλους δʼ ἐν ἑκατέρῳ τῶν βάσεων καὶ τῶν χειρῶν ἑνὶ περισσοτέρους εἶχε τῶν κατὰ φύσιν. ἐκ τῆς οὖν πεμφθείσης ἐπʼ αὐτοὺς ὑπὸ Δαυίδου στρατιᾶς τούτῳ μονομαχήσας Ἰωνάθης ὁ Σουμᾶ υἱὸς ἀνεῖλέ τε αὐτὸν καὶ τῆς ὅλης νίκης ῥοπὴ γενόμενος δόξαν ἀριστείας ἀπηνέγκατο· καὶ γὰρ οὗτος ὁ Παλαιστῖνος ηὔχει τῶν Γιγάντων ἀπόγονος εἶναι. μετὰ δὲ ταύτην τὴν μάχην οὐκέτι τοῖς Ἰσραηλίταις ἐπολέμησαν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
