# Jewish Antiquities 308-312

Flavius Josephus, Jewish Antiquities, 308 to 312. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/308

τοῦ δὲ Μωυσέος οὐχὶ δίκαια φήσαντος αὐτὸν ἀξιοῦν, δεῖν γὰρ αὐτοὺς τῷ θεῷ τὰς θυσίας ἐκ τῆς λείας ἐπενεγκεῖν, καὶ τριβομένου διὰ ταύτην τὴν αἰτίαν τοῦ χρόνου σκότος βαθὺ καὶ φέγγους ἄμοιρον περιχεῖται τοῖς Αἰγυπτίοις, ὑφʼ οὗ τάς τε ὄψεις ἀποκλειομένοις καὶ τὰς ἀναπνοὰς ἐμφραττομένοις ὑπὸ παχύτητος οἰκτρῶς τε ἀποθνήσκειν συνέβαινε καὶ δεδιέναι μὴ καταποθῶσιν ὑπὸ τοῦ νέφους. εἶτα τούτου διασκεδασθέντος μετὰ τρεῖς ἡμέρας καὶ τοσαύτας νύκτας, ὡς οὐ μετενόει πρὸς τὴν ἔξοδον τῶν Ἑβραίων ὁ Φαραώθης, προσελθὼν ὁ Μωυσῆς φησιν· ἄχρι πότε ἀπειθεῖς τῇ τοῦ θεοῦ γνώμῃ· κελεύει γὰρ οὗτος ἀπολύειν τοὺς Ἑβραίους. καὶ οὐκ ἔστιν ἑτέρως ἀπαλλαγῆναι τῶν κακῶν ὑμᾶς μὴ ταῦτα ποιήσαντας. ὁ δὲ βασιλεὺς ὀργισθεὶς ἐπὶ τοῖς εἰρημένοις ἠπείλησεν αὐτοῦ τὴν κεφαλὴν ἀποτεμεῖν, εἰ πάλιν περὶ τούτων ἐνοχλῶν αὐτῷ προσέλθοι. Μωυσῆς δὲ αὐτὸς οὐκέτι ποιήσεσθαι περὶ τούτων λόγους ἔφησεν, αὐτὸν δὲ ἐκεῖνον σὺν καὶ τοῖς πρώτοις τῶν Αἰγυπτίων παρακαλέσειν τοὺς Ἑβραίους ἀπελθεῖν. καὶ ὁ μὲν ταῦτʼ εἰπὼν ἀπαλλάσσεται. Ὁ δὲ θεὸς δηλώσας ἔτι μιᾷ πληγῇ τοὺς Αἰγυπτίους καταναγκάσειν ἀπολῦσαι τοὺς Ἑβραίους ἐκέλευε Μωυσῆν παραγγεῖλαι τῷ λαῷ θυσίαν ἑτοίμην ἔχειν παρασκευασαμένους τῇ δεκάτῃ τοῦ Ξανθικοῦ μηνὸς εἰς τὴν τεσσαρεσκαιδεκάτην, ὃς παρὰ μὲν Αἰγυπτίοις Φαρμουθὶ καλεῖται, Νισὰν δὲ παρʼ Ἑβραίοις, Μακεδόνες δʼ αὐτὸν Ξανθικὸν προσαγορεύουσιν, ἀπάγειν τε τοὺς Ἑβραίους πάντα ἐπικομιζομένους. καὶ ὁ μὲν ἑτοίμους ἔχων ἤδη τοὺς Ἑβραίους πρὸς τὴν ἔξοδον καὶ διατάξας εἰς φατρίας ἐν ταὐτῷ συνεῖχεν, ἐνστάσης δὲ τῆς τεσσαρεσκαιδεκάτης πάντες πρὸς ἄφοδον ἔχοντες ἔθυον καὶ τῷ αἵματι τὰς οἰκίας ἥγνιζον ὑσσώπου κόμαις ἀναλαβόντες καὶ δειπνήσαντες τὰ λοιπὰ τῶν κρεῶν ἔκαυσαν ὡς ἐξελευσόμενοι.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
