# Jewish Antiquities 313-319

Flavius Josephus, Jewish Antiquities, 313 to 319. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/313

ὅθεν νῦν ἔτι κατὰ τὸ ἔθος οὕτως θύομεν τὴν ἑορτὴν πάσχα καλοῦντες, σημαίνει δʼ ὑπερβάσια, διότι κατʼ ἐκείνην τὴν ἡμέραν ὁ θεὸς αὐτῶν ὑπερβὰς Αἰγυπτίοις ἐναπέσκηψε τὴν νόσον. ἡ γὰρ φθορὰ τῶν πρωτοτόκων κατʼ ἐκείνην ἔπεισι τὴν νύκτα τοῖς Αἰγυπτίοις, ὡς συνελθόντας πολλοὺς τῶν περὶ τὸ βασίλειον διαιτωμένων τῷ Φαραώθῃ συμβουλεύειν ἀπολύειν τοὺς Ἑβραίους. καὶ Μωυσῆν καλέσας ἐκεῖνος ἀπιέναι προσέταξεν, εἰ τῆς χώρας ἐξέλθοιεν παύσεσθαι τὴν Αἴγυπτον κακοπαθοῦσαν ὑπολαβών, δώροις τε τοὺς Ἑβραίους ἐτίμων, οἱ μὲν ὑπὲρ τοῦ τάχιον ἐξελθεῖν, οἱ δὲ καὶ κατὰ γειτνιακὴν πρὸς αὐτοὺς συνήθειαν. Καὶ οἱ μὲν ἐξῄεσαν κλαιόντων καὶ μετανοούντων ὅτι χρήσαιντο χαλεπῶς αὐτοῖς τῶν Αἰγυπτίων, τὴν δὲ πορείαν ἐποιοῦντο κατὰ Λητοῦς πόλιν ἔρημον οὖσαν ἐν τοῖς τότε· Βαβυλὼν γὰρ ὕστερον ἐκεῖ κτίζεται Καμβύσου καταστρεφομένου τὴν Αἴγυπτον. συντόμως δὲ ποιούμενοι τὴν ἄφοδον εἰς Βεελσεφῶντα χωρίον τριταῖοι παραγίνονται τῆς Ἐρυθρᾶς θαλάσσης. μηδενὸς δὲ τῶν ἀπὸ τῆς γῆς εὐποροῦντες διὰ τὴν ἐρημίαν πεφυραμένοις τοῖς ἀλεύροις καὶ πεπηγόσι μόνον ὑπὸ βραχείας θερμότητος τοῖς ἀπʼ αὐτῶν ἄρτοις διετρέφοντο, καὶ τούτοις ἐπὶ τριάκονθʼ ἡμέρας ἐχρήσαντο· πρὸς πλείονα γὰρ οὐκ ἐξήρκεσε χρόνον αὐτοῖς ὅσα ἐκ τῆς Αἰγύπτου ἐπεφέροντο καὶ ταῦτα τὴν τροφὴν ταμιευομένοις καὶ πρὸς ἀνάγκην ἀλλὰ μὴ πρὸς κόρον αὐτῇ χρωμένοις· ὅθεν εἰς μνήμην τῆς τότε ἐνδείας ἑορτὴν ἄγομεν ἐφʼ ἡμέρας ὀκτὼ τὴν τῶν ἀζύμων λεγομένην. τὸ μὲν οὖν πᾶν πλῆθος τῶν μετανισταμένων γυναιξὶν ἅμα καὶ τέκνοις σκοποῦσιν οὐκ εὐαρίθμητον ἦν, οἱ δὲ στρατεύσιμον ἔχοντες τὴν ἡλικίαν περὶ ἑξήκοντα μυριάδες ἦσαν. Κατέλιπον δὲ τὴν Αἴγυπτον μηνὶ Ξανθικῷ πεντεκαιδεκάτῃ κατὰ σελήνην μετὰ ἔτη τριάκοντα καὶ τετρακόσια ἢ τὸν πρόγονον ἡμῶν Ἅβραμον εἰς τὴν Χαναναίαν ἐλθεῖν, τῆς δὲ Ἰακώβου μεταναστάσεως εἰς τὴν Αἴγυπτον γενομένης διακοσίοις πρὸς τοῖς δεκαπέντε ἐνιαυτοῖς ὕστερον. Μωυσῆς δʼ ἐγεγόνει μὲν ἔτος ὀγδοηκοστὸν ἤδη, ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἀαρὼν τρισὶ πλείοσιν. ἐπεκομίζοντο δὲ καὶ τὰ τοῦ Ἰωσήπου ὀστᾶ ταῦτʼ ἐκείνου τοῖς υἱοῖς αὐτοῦ κελεύσαντος.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
