# Jewish Antiquities 318

Flavius Josephus, Jewish Antiquities, Τάδε ἔνεστιν ἐν τῇ πρώτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/318

ὑπὲρ δὲ τῆς λείας ἧς ἐγκαλεῖς, φησίν, ἀδικῶν αὐτὸς ἂν εὑρεθείης ἐπʼ ἄλλῳ κριτῇ· ὑπὲρ γὰρ ἧς ἐχρῆν σε χάριν ἡμῖν ἔχειν καὶ φυλαχθείσης ὑφʼ ἡμῶν καὶ πλείονος γεγενημένης, ὑπὲρ ταύτης πῶς οὐ διαμαρτάνεις τῶν δικαίων χαλεπαίνων ἐμοί, εἰ μοῖραν αὐτῆς ὀλίγην λαβόντες ἔχομεν. περὶ μέντοι γε τῶν θυγατέρων ἴσθι μὴ κατʼ ἐμὴν κακουργίαν ἀπαναστήσαντος ἀκολουθεῖν, ἀλλὰ κατʼ εὔνοιαν δικαίαν, ἣν γυναιξὶ γαμεταῖς πρὸς τοὺς συνοικοῦντας εἶναι συμβέβηκεν· ἕπονται τοίνυν οὐχ ὡς ἐμοὶ τοσοῦτον, ὅσον τοῖς παισὶν αὐτῶν.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
