# Jewish Antiquities 320-326

Flavius Josephus, Jewish Antiquities, 320 to 326. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/320

καὶ γὰρ σφόδρα κακούργως ὁ Λάβανος ἐχρήσατο τῷ Ἰακώβῳ· ὁρῶν γὰρ αὐτῷ τὸν θεὸν πρὸς ὅτι θελήσειε συλλαμβανόμενον ὑπισχνεῖτο τῶν τεχθησομένων αὐτῷ παρέξειν ἔσθʼ ὅτε μὲν ὅτι καὶ γένοιτο λευκόν, ποτὲ δʼ αὖ τὰ μέλανα τῶν γεννωμένων. πληθυόντων δὲ τῶν ἐπʼ ὀνόματι τῷ Ἰακώβου τικτομένων, τὴν μὲν εἰς τὸ παρὸν οὐκ ἐφύλαττε πίστιν, εἰς ἔτος δὲ παρέξειν ἐπηγγέλλετο διὰ τὸ ἐποφθαλμιᾶν τῷ πλήθει τῆς κτήσεως, ἐπαγγελλόμενος μὲν διὰ τὸ δυσέλπιστον γενέσθαι τοσαῦτα, ψευδόμενος δὲ ἐπὶ γενομένοις. Περὶ μέντοι τῶν ἱερωμάτων ἐκέλευεν ἔρευναν ποιεῖσθαι· δεξαμένου δὲ Λαβάνου τὴν ἔρευναν Ῥαχήλα πυνθανομένη κατατίθησι τοὺς τύπους εἰς τὴν σάγην τῆς φερούσης αὐτὴν καμήλου· ἐκαθέζετο δὲ φάσκουσα τὴν κατὰ φύσιν κάθαρσιν αὐτῇ ἐνοχλεῖν. καὶ Λάβανος μὲν ἀφίσταται τῆς ἐπὶ πλεῖον ἐρεύνης οὐκ ἂν οἰηθεὶς τὴν θυγατέρα μετὰ τοιούτου πάθους τοῖς τύποις προσελθεῖν, ποιεῖται δʼ ὅρκους πρὸς Ἰάκωβον οὐδενὸς αὐτῷ μνησικακήσειν τῶν γενομένων, ἀλλὰ κἀκεῖνος ἀγαπήσειν αὐτοῦ τὰς θυγατέρας. καὶ τὰς πίστεις τὰς ἐπὶ τούτοις ἐποιήσαντο ὑπὲρ ὀρῶν τινων, ἐφʼ οἷς στήλην ἀνέθεσαν κατὰ βωμοῦ σχῆμα, ὅθεν Γαλάδην λέγεται βουνός, ἀφʼ οὗ καὶ νῦν Γαλαδηνὴν καλοῦσι τὴν γῆν. ἑστιαθέντων δὲ ἐπὶ τοῖς ὅρκοις ὁ μὲν Λάβανος ἀνέζευξεν. Ἰακώβῳ δὲ εἰς τὴν Χαναναίαν προϊόντι φαντάσματα συνετύγχανεν ἀγαθὰς ἐλπίδας ὑπαγορεύοντα περὶ τῶν ἐς ὕστερον· καὶ τὸν μὲν τόπον ἐκεῖνον προσαγορεύει θεοῦ στρατόπεδον, βουλόμενος δὲ εἰδέναι, τί ὁ ἀδελφὸς αὐτοῦ φρονεῖ, τοὺς γνωσομένους ἕκαστα μετὰ ἀκριβείας προύπεμψε δεδιὼς αὐτὸν διὰ τὴν προτέραν ὑποψίαν. ἐνετέλλετο δὲ τοῖς πεμπομένοις λέγειν πρὸς τὸν Ἡσαῦν, ὅτι νομίσας Ἰάκωβος ἄδικον συνδιαιτᾶσθαι αὐτοῦ τῇ ὀργῇ τῆς χώρας ἑκὼν ὑπεξέλθοι, καὶ νῦν τὸν χρόνον ἱκανὸν ἡγούμενος εἶναι διαλλάκτην ἐπανήκοι γυναῖκάς τε καὶ παῖδας ἐπαγόμενος μετὰ τοῦ πορισθέντος βίου, μετὰ τῶν τιμιωτάτων ἑαυτὸν ἐκείνῳ παραδιδούς, ὅτι κρίνοι μέγιστον ἀγαθὸν τὸ τῷ ἀδελφῷ συμμεταλαμβάνειν τῶν ὑπὸ τοῦ θεοῦ δεδομένων.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
