# Jewish Antiquities 321-2-326

Flavius Josephus, Jewish Antiquities, 321 to 326. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/321-2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/321-2
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:321-2-326

ὄντος οὖν λόγου παρὰ τοῖς Ἱεροσολυμίταις αὐτῆς τὸ μὲν πρῶτον ὑπὸ τῆς ἀκοῆς τὸν Ἡρώδη κεκινῆσθαι συνέβαινεν, ὡς δὲ καὶ θεασάμενον ἡ τῆς παιδὸς ἐξέπληξεν ὥρα, τὸ μὲν ἀπʼ ἐξουσίας χρώμενον διατελεῖν ἅπαν ἀπεδοκίμαζεν ὑποπτεύων ὅπερ ἦν, εἰς βίαν καὶ τυραννίδα διαβληθήσεσθαι, βέλτιον δʼ ᾤετο γάμῳ τὴν κόρην λαβεῖν. καὶ τοῦ Σίμωνος ὄντος ἀδοξοτέρου μὲν ἢ πρὸς οἰκειότητα, μείζονος δὲ ἢ καταφρονεῖσθαι, τὸν ἐπιεικέστερον τρόπον μετῄει τὴν ἐπιθυμίαν αὔξων αὐτοὺς καὶ τιμιωτέρους ἀποφαίνων· αὐτίκα γοῦν Ἰησοῦν μὲν τὸν τοῦ Φοαβιτος ἀφαιρεῖται τὴν ἀρχιερωσύνην, Σίμωνα δὲ καθίστησιν ἐπὶ τῆς τιμῆς καὶ τὸ κῆδος πρὸς αὐτὸν συνάπτεται. Τελεσθέντος δʼ αὐτῷ τοῦ γάμου προσκατεσκευάσατο φρούριον ἐπὶ τῶν τόπων, ἐν οἷς ἐνίκα Ἰουδαίους, ὅτε τῆς ἀρχῆς ἐκπεσόντος Ἀντίγονος ἐπὶ τῶν πραγμάτων ἦν. τοῦτο δὲ τὸ φρούριον ἀπέχει μὲν Ἱεροσολύμων περὶ ἑξήκοντα σταδίους, φύσει δὲ ἐχυρὸν καὶ πρὸς κατασκευὴν ἐπιτηδειότατόν ἐστιν ἐγγὺς ἐπιεικῶς κολωνὸς εἰς ὕψος ἀνιὼν χειροποίητον, ὡς εἶναι μαστοειδὴς τὴν περιφοράν, διείληπται δὲ κυκλοτερέσι πύργοις ὀρθίαν ἔχων ἄνοδον ξεσταῖς βαθμίσιν ἐξῳκοδομημένην εἰς διακοσίους. ἐντὸς δʼ αὐτοῦ καταγωγαὶ βασίλειοι πολυτελεῖς εἰς ἀσφάλειαν ὁμοῦ καὶ κόσμον πεποιημέναι· περὶ δὲ τὴν βάσιν τοῦ λόφου διατριβαὶ κατασκευῆς ἀξιοθεάτου τά τε ἄλλα καὶ τῆς εἰσαγωγῆς τῶν ὑδάτων, οὐ γὰρ οὗτος ὁ τόπος ἔσχηκεν, ἐκ μακροῦ καὶ διὰ πλειόνων ἀναλωμάτων πεποιημένης. τὰ δʼ ἐπίπεδα περιῳκοδόμηται πόλις οὐδεμιᾶς ἐλάσσων τὸν λόφον ἀκρόπολιν ἔχουσα τῆς ἄλλης οἰκήσεως. Πάντων δʼ αὐτῷ προκεχωρηκότων εἰς δέον ὧν ἠλπίκει τὰς μὲν ἐν αὐτῇ τῇ βασιλείᾳ ταραχὰς οὐδʼ ὁπωσοῦν διʼ ὑποψίας εἶχεν ἑκατέρωθεν ὑπηκόους παραστησάμενος, φόβῳ μὲν ὧν ἀπαραίτητος εἰς τὰς τιμωρίας, τὴν ἐπιμέλειαν δὲ ὧν μεγαλόψυχος ἐν ταῖς περιπετείαις εὑρίσκετο.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
