# Jewish Antiquities 337-6-344

Flavius Josephus, Jewish Antiquities, 337 to 344. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/flavius-josephus/text/337-6
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/flavius-josephus/text/337-6
CTS URN: urn:cts:greekLit:tlg0526.tlg001:337-6-344

ὁ δὲ Ἀλέξανδρος τὴν τοῦ Πτολεμαίου διάνοιαν μαθὼν συνήθροισεν καὶ αὐτὸς περὶ πέντε μυριάδας τῶν ἐγχωρίων, ὡς δʼ ἔνιοι συγγραφεῖς εἰρήκασιν ὀκτώ, καὶ ἀναλαβὼν τὴν δύναμιν ἀπήντα τῷ Πτολεμαίῳ. Πτολεμαῖος δʼ ἐξαίφνης ἐπιπεσὼν Ἀσωχειτω τῆς Γαλιλαίας πόλει σάββασιν αἱρεῖ κατὰ κράτος αὐτὴν καὶ περὶ μύρια σώματα καὶ πολλὴν ἑτέραν ἔλαβε λείαν. Πειράσας δὲ καὶ Σέπφωριν μικρὸν ἄπωθεν τῆς πεπορθημένης πολλοὺς ἀποβαλὼν ᾔει πολεμήσων Ἀλεξάνδρῳ. ὑπήντησε δʼ αὐτῷ πρὸς τῷ Ἰορδάνῃ ποταμῷ Ἀλέξανδρος περί τινα τόπον λεγόμενον Ἀσωφὼν οὐ πόρρωθεν τοῦ Ἰορδάνου ποταμοῦ καὶ βάλλεται στρατόπεδον πλησίον τῶν πολεμίων. εἶχεν μέντοι τοὺς προμαχομένους ὀκτακισχιλίους, οὓς ἑκατονταμάχους προσηγόρευσεν, ἐπιχάλκοις χρωμένους τοῖς θυρεοῖς. ἦσαν δὲ καὶ τοῖς τοῦ Πτολεμαίου προμαχοῦσιν ἐπίχαλκοι αἱ ἀσπίδες. τοῖς μέντοι γε ἄλλοις ἔλαττον ἔχοντες οἱ τοῦ Πτολεμαίου εὐλαβέστερον συνῆψαν εἰς τὸν κίνδυνον. θάρσος δὲ αὐτοῖς οὐκ ὀλίγον ἐνεποίησεν ὁ τακτικὸς Φιλοστέφανος διαβῆναι κελεύσας τὸν ποταμόν, οὗ μεταξὺ ἦσαν ἐστρατοπεδευκότες. Ἀλεξάνδρῳ δὲ κωλύειν αὐτῶν τὴν διάβασιν οὐκ ἔδοξεν· ἐνόμιζεν γάρ, εἰ κατὰ νώτου λάβοιεν τὸν ποταμόν, ῥᾷον αἱρήσειν τοὺς πολεμίους φεύγειν ἐκ τῆς μάχης οὐ δυναμένους. κατʼ ἀρχὰς μὲν οὖν παρʼ ἀμφοτέρων ἦν ἔργα χειρῶν καὶ προθυμίας παραπλήσια καὶ πολὺς ἐγένετο φόνος ἐξ ἑκατέρων τῶν στρατευμάτων, ὑπερτέρων δὲ τῶν Ἀλεξάνδρου γινομένων Φιλοστέφανος διελὼν τὴν δύναμιν δεξιῶς τοῖς ἐνδιδοῦσιν ἐπεκούρει. μηδενὸς δὲ τῷ κλιθέντι μέρει τῶν Ἰουδαίων προσβοηθοῦντος τούτους μὲν συνέβαινε φεύγειν μὴ βοηθούντων τῶν πλησίον ἀλλὰ κοινωνούντων τῆς φυγῆς, οἱ δὲ τοῦ Πτολεμαίου τὰ ἐναντία τούτων ἔπραττον· ἑπόμενοι γὰρ ἔκτεινον τοὺς Ἰουδαίους, καὶ τὸ τελευταῖον τραπέντας αὐτοὺς ἅπαντας ἐδίωκον φονεύοντες ἕως οὗ καὶ ὁ σίδηρος αὐτοῖς ἠμβλύνθη κτείνουσιν καὶ αἱ χεῖρες παρείθησαν. τρισμυρίους γοῦν ἔφασαν αὐτῶν ἀποθανεῖν, Τιμαγένης δὲ πεντακισμυρίους εἴρηκεν, τῶν δὲ ἄλλων τοὺς μὲν αἰχμαλώτους ληφθῆναι, τοὺς δʼ εἰς τὰ οἰκεῖα διαφεύγειν χωρία.

---

Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία, ed. Benedikt Niese. Text: Perseus Digital Library, via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0526.tlg001.local001/.
